Ancient Greek
Page 704
Cyrillus Theol., De incarnatione unigeniti 704
Not analysed yet
Ἔφη γὰρ ὅτι «Καὶ ἑώρακας αὐτόν, καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν.» Ἦ οὐχὶ τὴν σάρκα παραδεῖξαι φήσομεν; Β— Καὶ πάνυ. Α— Εἶτα πῶς αὐτὸς ἂν εἴη λοιπὸν ἡ σάρξ, εἰ μὴ νοοῖτο καθ' ἕνωσιν, ὡς αὐτὸς ὑπάρχων τὸ ἴδιον αὐτοῦ, καθάπερ ἀμέλει καὶ ἐφ' ἡμῶν γένοιτ' ἄν; Καταδείξειε γὰρ ἄν τις οὐ μεμερισμένως οὐδὲ ἀτελῶς τὸν καθ' ἡμᾶς ἄνθρωπον, τὸν ἐκ ψυχῆς δὴ λέγω καὶ σώματος, καὶ ἀπὸ μόνης αὐτοῦ τῆς σαρκός. Β— Σύμφημι· λέγεις γὰρ ὀρθῶς. Α— Γέγραφε δέ που καὶ ὁ σοφὸς ἡμῖν Ἰωάννης ὅτι «Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ ἃ οὐκ ἔστι γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ. Ταῦτα δὲ γέγραπται ἵνα πιστεύσητε ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.» Κατατεθήποι δ' ἄν τις οὐ μεῖον καὶ τὸν θεσπέσιον Πέτρον Ἰουδαίοις προσπεφωνηκότα σαφῶς καὶ ἀναφανδόν· «Ἄρχοντες τοῦ λαοῦ καὶ πρεσβύτεροι, εἰ ἡμεῖς σήμερον ἀνακρινόμεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς, ἐν τίνι οὗτος σέσωσται, γνωστὸν ἔστω πᾶσιν ὑμῖν καὶ παντὶ τῷ λαῷ Ἰσραὴλ ὅτι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, ὃν ὑμεῖς ἐσταυρώσατε, ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν, ἐν τούτῳ οὗτος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιής.» Καὶ μεθ' ἕτερα πάλιν· «Καὶ οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία. Οὐδὲ γὰρ ὄνομα ἕτερόν ἐστιν ὑπὸ τὸν οὐρανὸν τὸ δεδομένον ἐν ἀνθρώποις ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς.» Τίς οὖν ἄρα ἐστὶν ὁ καὶ θάνατον ὑποδὺς καὶ ἐγηγερμένος ἐν δόξῃ καὶ ἐκ Ναζαρέτ, εἰ μὴ Ἰησοῦς Χριστός, τουτέστιν ὁ πρὸ παντὸς μὲν αἰῶνος ἐκ Πατρὸς ἀπορρήτως γεγεννημένος, ἐν δέ γε τῷ λοίσθῳ καὶ εἰς πέρας ἥκοντι τοῦ αἰῶνος καιρῷ καὶ σωματικῶς ἐκ γυναικός; Ὁ πίστιν οὖν ἄρα τὴν εἰς αὐτὸν προσιέμενος γέρας ἀποίσεται τὸ ἐξαίρετον· διακεκλήσεται γὰρ υἱὸς Θεοῦ· «Ὅσοι γὰρ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν, φησί, τέκνα Θεοῦ γενέσθαι, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκός, οὐδὲ ἐκ θελήματος ἀνδρός, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν.» «Ἵνα γὰρ γένηται πρωτεύων ἐν πᾶσιν αὐτός,» καθὰ γέγραπται, γεγέννηται μὲν διὰ γυναικός. Ἐπειδὴ δέ ἐστιν ἀπαρχὴ τῆς ἀναμορφουμένης κτίσεως δι' ἁγιασμοῦ πρὸς Θεόν, καὶ πρό γε τῶν ἄλλων αὐτὸς γεννητὸς ἐδείχθη Πνεύματος, τὴν ἀνδρός τε καὶ γυναικὸς ὑπερθρώσκων σύνοδον, καὶ οὐκ ἀτιμίᾳ καὶ μώμῳ καταδικάζων τὴν φύσιν—τίμιος γὰρ ὁ γάμος, καὶ ὁ πλάσας ἀπ' ἀρχῆς ἄρσεν καὶ θῆλυ πεποίηκεν αὐτούς—