Ancient Greek
Page 392
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 392
Not analysed yet
καθάπερ τις ἔφη τῶν παρ' Ἕλλησι ποιητῶν. Β. Ἀλλὰ γὰρ ποῦ, φασίν, ἡ Γραφὴ τὸ ὁμοούσιον λέγει; Α. Ἐπὶ τὸν αὐτὸν ἡμᾶς ὑπονοστῆσαι λόγον ἀναπείθεις, ὦ τᾶν. Ποῦ γὰρ ὠνόμασε τὸν τῶν ὅλων Θεὸν ἀσώματόν τε καὶ ἀσχημάτιστον, καὶ ἀπεριόριστον καὶ ἀβασίλευτον; Ἀλλ' ἔστι ταῦτα τῇ φύσει, καὶ οὐχ ἑκόντων ἐκείνων. Εἴπερ οὖν ἑλοίμεθα φρονεῖν ὀρθῶς, παραιτητέον οὔτι που τὰ εἰς ἐπίγνωσιν τῆς ἀληθείας τελοῦντα τῶν ὀνομάτων. Ἆρα γὰρ οὐκ οἰηθεῖεν ἂν οὐ ψευδοεπῆσαι τὸν Θεὸν τὸ «Ἐγώ εἰμι ὁ ὤν,» πρὸς τὸν ἱερὸν εἰ λέγοι Μωσέα; «Τοῦτο γάρ μού ἐστι τὸ ὄνομα, φησί, καὶ μνημόσυνον αἰώνιον γενεῶν γενεαῖς.» Ἀλλ' οἶμαί γε δεῖν μὴ ἂν εἰς τοῦτο κατολισθεῖν ἀποπληξίας αὐτοὺς ὡς μηδὲ ὅτι ὤν ἐστιν ὁ Θεὸς κατατολμῆσαι φρονεῖν. Ὢν γάρ ἐστιν ἀληθῶς, ὧδέ τε καλεῖσθαι πρέποι ἂν αὐτῷ τε καὶ μόνῳ κυρίως τε καὶ ἰδικῶς, εἰ καὶ καθ' ἑτέρων διᾴττοι τυχὸν ὡς ἐν καταχρήσει τοὔνομα. Ἐκ δὲ τουτουῒ καὶ τὸ τῆς οὐσίας ὄνομα τοῖς ἀρχαιοτέροις ἐκπεποιῆσθαί φαμεν, καὶ μάλα εἰκότως, ὥστε εἰ καί τις ὁμοφυᾶ τε καὶ ὁμοούσιον εἶναι λέγοι τῷ Πατρὶ τὸν Υἱόν, οὐκ ἀσύνηθές τι κεκαινουργηκὼς ὡς ἐν ὀνομάτων θέσει νοοῖτ' ἂν ἡμῖν, ἀλλ' ἵν' οὕτως εἴπωμεν, τὰς πρώτας ἕδρας ἐχούσῃ παρά γε τῇ θεοπνεύστῳ Γραφῇ τῇ τοιᾷδε λέξει χρήσεται. Τὰ γάρ τοι τῶν ὀνομάτων εἰς παραγωγὴν ἠγμένα, οὐκ αὐτά που πάντως ἐφ' ἑαυτοῖς διερήρεισται κατὰ θέσιν ἰδίαν, ῥίζης δὲ ὥσπερ ἐξέφυ τῆς πρώτης καὶ ἐν ἀρχαῖς. Εἰ τοίνυν ἔξω τριβῆς τε καὶ συνηθείας τῆς ἱερᾶς τὸ ὁμοούσιον εἶναι διισχυρίσαιντο, μάλιστα μὲν ἀδικοῦσι τῆς τῶν ὀνομάτων παραγωγῆς τὸν εὐφυᾶ τρόπον. Ἐκ γάρ τοι τοῦ ὄντος οὐσία καὶ ὁμοούσιον. Ἀμαθαίνοντες δὲ οὕτω λίαν, συναναιροῦσιν αὐτῷ καὶ τὰς ἑτέρας φωνὰς δι' ὧνπερ ἂν ἡμῖν ὑπάρξαι τό, κἂν γοῦν «δι' ἐσόπτρου καὶ αἰνίγματος,» καθορᾶν καὶ ἰσχνὰς τῆς θεότητος φαντασίας εἰσδέχεσθαι κατὰ νοῦν. Β. Τί γὰρ εἰ μὴ ὁμοούσιον μὲν τῷ Πατρὶ τὸν Υἱόν, λέγοιεν δὲ μᾶλλον ὡς ἔστιν ὁμοιοούσιος; Α. Οὐκ ὀρθῶς ἐροῦσιν, ὦ τᾶν, ἀλλὰ πρῶτον μὲν αὐτοὶ πρὸς ἑαυτοὺς ἑτερογνωμοῦντες ἁλώσονται, κακουργότατα παραιτούμενοι τὴν λέξιν ὡς ἄγραφον. Εἴτε γὰρ ὁμοούσιον τὸν Υἱόν, κἂν εἰ τοῦτο μὲν οὐδαμῶς, ὁμοιοούσιον δὲ χρῆναι λέγειν, κατὰ τὸ ἐκείνοις δοκοῦν, οἴοιτό τις, οὐδὲν ἧττον ἡμῖν δι' ἀμφοῖν τὸ τῆς οὐσίας ὄνομα παρειστρέχει. Κατα-