Ancient Greek
Page 395
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 395
Not analysed yet
ἐξευρημένον, φημὶ δὴ τὸ ὁμοιοούσιον, τὸν θύραθεν ἐξεικονισμὸν ἐπιρριπτοῦντες τῷ Λόγῳ, κατασκιάζοντες δὲ πανούργως τὴν κατάρρησιν, καὶ Θεὸν καὶ Υἱὸν ὀνομάζουσι, καὶ μὴν καὶ Σωτῆρα καὶ Λυτρωτήν, μήτε κατὰ τὴν φύσιν Υἱόν, μήτε κατὰ τὴν ἀλήθειαν Θεὸν ὑπάρχειν αὐτὸν ἐξ ἀθλίων τινῶν ἀναπεπεισμένοι σκεμμάτων ἃ παρὰ τῆς ἐν κόσμῳ σοφίας συλλέγουσι, συντάττουσι δὲ τό γε ἧκον εἰς αὐτοὺς οἱ δείλαιοι τοῖς ἐξ ὁμοιότητος προαιρετικῆς μεμορφωμένοις πρὸς Θεόν, καὶ τῇ κτίσει συγκαταγράφουσι, καταπεφρικότες οὐδέν, τὸν τῶν ὅλων Δημιουργόν, ὁμοούσιον μὲν οὐκ εἶναι λέγοντες, ὁμοιοούσιον δέ. Καίτοι τί δήποτε, καὶ μάλα εἰκότως ἔροιτ' ἄν τις αὐτούς, διωθούμενοι τὴν λέξιν, καὶ τὸ ἄηθές τε καὶ ξένον κατηγοροῦντες αὐτῆς, οὐκ ἀθαύμαστον ἐᾶτε τόν, εἴπερ τις ἕλοιτο, καθ' ὑμᾶς ὁμοιοούσιον λέγειν; Ἀλλ' οἶμαι πρὸς τοῦτο διαπορήσειν αὐτούς. Συνιέναι γε μὴν χαλεπὸν οὐδέν, κἂν αὐτοὶ μὴ λέγοιεν, ὅτι τοῦ ὁμοουσίου τὴν δήλωσιν ἐκδεδίασί τε καὶ κιβδηλεύουσιν, οὐκ ἐπείπερ ἡμῖν, καθάπερ οἴονται καί φασιν, ἐξ ἀγράφου πεποίηται λέξεως, ἀλλ' ὅτι τῆς ἀληθείας ἐστὶ παραστατική, οὐχ ἑτέρας εἶναι φύσεως τὸν Υἱὸν ἀποφαίνουσα πλὴν ἐξ αὐτῆς ἀληθῶς τῆς τοῦ Θεοῦ καὶ Πατρός. Β. Ἄριστα ἔφης. Α. Ἐπιλελῆσθαι γὰρ οἶμαι, κατά γε τὸ εἰκός, τοὺς θεομαχεῖν ᾑρημένους τῆς τοῦ Σωτῆρος φωνῆς, διαρρήδην ἀνακεκραγότος ὡς τῆς ἀρρήτου φύσεως εἴη καρπός, καὶ οὐχὶ τῆς εἰς τὸ εἶναι παρενηνεγμένης καὶ τὴν ἐν χρόνῳ λαχούσης ὕπαρξιν. «Ἐγὼ γάρ, ἔφασκεν, οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου· ὑμεῖς ἐκ τοῦ κόσμου τούτου ἐστέ.» Καὶ αὖ· «Ὑμεῖς ἐκ τῶν κάτω ἐστέ, ἐγὼ ἐκ τῶν ἄνω εἰμί.» Καὶ μὴν καὶ ὁ σοφὸς Ἰωάννης γράφει περὶ αὐτοῦ· «Ὁ ἄνωθεν ἐρχόμενος, ἐπάνω πάντων ἐστί.» Τί γὰρ ἂν εἴη τὸ ἄνωθεν ἢ ὅτι που πάντως ἐκ τῆς ἀνωτάτω καὶ ὑπερανισχούσης τὰ πάντα φύσεως; Τί δὲ τὸ μὴ εἶναι ἐκ τοῦ κόσμου ἢ ὅτι τῆς πρὸς πᾶν ὁτιοῦν τῶν γενητῶν ὁμοφυΐας ἀπήλλακται, πηγὴν ἔχων μόνος τὸν ἑαυτοῦ Πατέρα Θεόν; Β. Εἰ δὲ δὴ βούλοιντο τὸ ἄνωθεν οὐχ οὕτω νοεῖσθαι δεῖν καθὰ νῦν ἔφης αὐτός, ἀλλ' ὅτι οὐκ ἐκ τῆς κάτω καὶ περὶ τὴν γῆν ἀνθρωπότητος, ἀλλ' ἢ ἐξ οὐρανοῦ τυχόν, ἢ ἐκ φύσεως ἑτέρας πολὺ τὸ μεῖζον ἢ καθ' ἡμᾶς ἐχούσης, τί φαῖμεν ἂν καὶ πρὸς τοῦτο αὐτοῖς; Α. Τί δὲ ἕτερον ἢ τοῦτο; Καὶ τί τὸ ἐξαίρετον ἐν τῇ τοῦ Υἱοῦ καταθρήσαι τις ἂν φύσει τε καὶ δόξῃ, εἰ τῇδε ἔχειν ἐροῦσι, καθὰ καὶ νοεῖν ἐγνώκασιν;