Ancient Greek
Page 398
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 398
Not analysed yet
αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ,» ἑτέρωθι δὲ αὖ· «Ζῶν γὰρ ὁ Λόγος τοῦ Θεοῦ, καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ σώματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας. Καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, πρὸς ὃν ἡμῖν ὁ λόγος.» Καὶ ταυτὶ μὲν δὴ περὶ τοῦ Μονογενοῦς οὔπω νοουμένου μετὰ σαρκός. Περὶ δὲ τοῦ αὐτοῦ καθ' ἡμᾶς ἤδη γεγεννημένου καὶ ἐν σαρκί· «Ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ, δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σῴζειν αὐτὸν ἐκ θανάτου μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας, καίπερ ὣν Υἱός, ἔμαθεν ἀφ' ὧν ἔπαθε τὴν ὑπακοήν.» Ἆρ' οὐκ ἀραρότως κατά γε τὸ ἐξ ἀμφοῖν δηλούμενον ἑαυτῇ διαμαχεῖται τῶν πραγμάτων ἡ φύσις; Τὸ ἀπαύγασμα τῆς δόξης τοῦ Θεοῦ καὶ Πατρός, ὁ τῆς θείας ἡμῖν ὑποστάσεως χαρακτήρ, ὁ φέρων τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, ὁ ζῶν τε καὶ ἐνεργὴς καὶ τομώτατος Λόγος, δεήσεις λέγεται καὶ ἱκετηρίας ἀνασχεῖν, καὶ τοῦτο δεδακρυμένος, ὡς ἂν διακρούσαιτο τοῦ θανάτου τὴν ἔφοδον· ἀλλ' «ἐν ταῖς ἡμέραις, φησί, τῆς σαρκὸς αὐτοῦ,» τουτέστιν ὅτε Θεὸς ὢν ὁ Λόγος, γέγονε σάρξ, κατὰ τὰς Γραφάς, καὶ οὐκ ἐν ἀνθρώπῳ γέγονε, καθὰ καὶ ἐν τοῖς ἁγίοις, οἷς κατὰ μέθεξιν ἐναυλίζεται, τὴν διά γέ φημι τοῦ ἁγίου Πνεύματος. Διττὸς οὖν ἄρα ἐστὶν ὁ ἐφ' Υἱῷ λόγος. Ἀναθετέον δὴ οὖν ὡς Θεῷ τὰ τοῦ Θεοῦ καὶ ὡς καθ' ἡμᾶς γεγονότι τὰ καθ' ἡμᾶς, τουτέστι τὰ ἀνθρώπινα. Τὴν δὲ ἄρρυθμόν τε καὶ οὐκ εὐκρινῆ τῶν πραγμάτων ἀνάχυσιν εὖ μάλα παραιτητέον, τὴν ἀκριβῆ καὶ ἐξητασμένην τῶν νοημάτων κατάληψιν ὑποκλέπτουσαν καὶ τῆς ἀληθείας τὸ κάλλος οὐ μετρίως παραπημαίνουσαν. Β. Εὖ λέγεις. Α. Ὅταν οὖν λέγηται μεσίτης, οὐχ ὁριστικὸν τῆς οὐσίας τοῦ Μονογενοῦς οἰηθείη τις ἂν εἶναι τοὔνομα· πολλοῦ γε καὶ δεῖ· περιτρέψειε δ' ἂν μᾶλλον αὐτὸ εἰς ὑπακοὴν τοῦ Χριστοῦ. Καθαιρήσει γὰρ οὕτω λογισμοὺς ἀσυνέτους, «καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ αἰχμαλωτίσει πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Θεοῦ,» καθὰ γέγραπται. Β. Ἀληθὴς ὁ λόγος. Ἀλλ', ὦ γενναῖε, τούτων μὲν ἅλις, ἐπείτοι γε μηδὲ ἀμφίλογα. Ἥδιστα δ' ἄν σου διαπυθοίμην τῆς τοῦ Υἱοῦ μεσιτείας τίς ἂν νοοῖτο πρὸς ἡμῶν ὁ τρόπος.