Ancient Greek
Page 403
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 403
Not analysed yet
ἔστη ἀναμέσον τῶν τεθνηκότων καὶ τῶν ζώντων, καὶ ἐκόπασεν ἡ θραῦσις.» Ἆρά σοι λοιπὸν τῆς τοῦ Υἱοῦ μεσιτείας τὸ χρῆμα καὶ μετὰ τοῦτο ἀσυμφανές, ὦ Ἑρμεία; Β. Ναί. Δεῖν γὰρ ἔγωγέ φημι κατιδεῖν ἀστείως τὸ ἐκ τῆς ἱστορίας ὑποδηλούμενον. Οὐκοῦν διασάφει· σὺ γὰρ ἔσῃ δρᾶν καὶ τοῦτο πρέπων. Α. Οὐ γὰρ οἴει τὸν Ἀαρὼν εἰς εἰκόνα καὶ τύπον τῆς τοῦ Σωτῆρος ἡμῶν ἱερωσύνης τεθεῖσθαι τὸ ἐν ἀρχαῖς, τόν τε ποδήρη διεζωσμένον, καὶ τὴν καλουμένην ἐπωμίδα, καὶ τὸ πέταλον τὸ χρυσοῦν ἐπὶ μετώποις ἄκροις, καὶ τοὺς λίθους τῆς γλυφῆς, καὶ τὸ ἔτι τούτων εὐσυνοπτότερον, ἅπαξ τοῦ ἐνιαυτοῦ μόνον εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσελθεῖν ἐπιτετραμμένον, αἵματός τε οὐ δίχα τὴν ὑπὲρ παντὸς τοῦ λαοῦ πληροῦντα θυσίαν; Β. Εὖ λέγεις, ἐπεί τοι καὶ ὁ θεσπέσιος γράφει Παῦλος· «Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν, διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς, οὐ χειροποιήτου, τουτέστιν οὐ ταύτης τῆς κτίσεως, οὐδὲ δι' αἵματος τράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν ἐφάπαξ εἰς τὰ Ἅγια, αἰωνίαν λύτρωσιν εὑράμενος.» Καὶ ὅτι τύποι μὲν τὰ ἀρχαῖα καὶ σκιαί, ταυτὶ δὲ δή, τουτέστι τὰ διὰ Χριστοῦ, λαμπρά τε ἤδη καὶ ἐμφανεστάτη λίαν ἀλήθεια, τίς ἂν ἐνδοιάσαι τῶν εὐμαθεστέρων; Α. Παραδεξάμενοι τοίνυν εἰς ἀρχιερέα καὶ ἀπόστολον τῆς ὁμολογίας ἡμῶν Χριστὸν Ἰησοῦν, καὶ ταῖς τῶν τύπων ἀκαλλεστέραις ἔτι σκιαῖς οἱονεί πως ἤδη τὰ παμποίκιλα τῆς ἀληθείας ἐπιπάττοντες χρώματα, φέρε λέγωμεν ὅτι τοῖς θείοις δόγμασι καὶ δεσποτικοῖς θεσπίσμασι ἀντεξάγοντες ἀπηνῶς τὸ ἴδιον θέλημα πάντες ὅσοι τὴν πλατεῖαν ταυτηνὶ καὶ ἀμέτρητον οἰκοῦμεν γῆν, προσκεκρούκαμεν οὐ μετρίως τῷ Δημιουργῷ, καίτοι τιμῆς τε καὶ δόξης ἐφέντι λαχεῖν ἃς ἦν ἀνθρώπους ἔχειν εἰκός. Ἐντεῦθεν ἡμῶν ἡ δαπανῶσά τε καὶ τῷ θανάτῳ συνθραύουσα κατεξανέστη φθορά· «Καὶ βεβασίλευκεν ὁ θάνατος ἀπὸ Ἀδὰμ καὶ μέχρι Μωσέως, καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ,» «Καὶ ἐπλάτυνε μὲν ὁ ᾅδης τὴν ψυχὴν αὐτοῦ,» καθά φησιν ὁ προφήτης Ἠσαΐας, «διήνοιξε δὲ τὸ στόμα αὐτοῦ τοῦ μὴ διαλιπεῖν.» Κἂν εἰσάπαν ὠλόθρευσε τὴν γῆν, ἀδιάφυκτόν τι καὶ ἀνεξίτητον ἁπλώσας τὸ λίνον, εἰ μὴ καθάπερ ἀπό τινος σκηνῆς τῆς ἄνω καὶ ἐν οὐρανοῖς, κατ' εὐδοκίαν τοῦ Θεοῦ καὶ Πατρός,