Ancient Greek
Page 461
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 461
Not analysed yet
δύναμιν, καὶ οὐσιώδη παθεῖν τὴν κίνησιν, τὴν εἰς ὅπερ οὐκ ἦν ἐν ἀρχαῖς εἰσδεδεγμένον μετάστασιν; Δυσσεβήσομεν δὲ οὐ μετρίως καὶ εἰς αὐτὸν τὸν Υἱὸν εἰ μὴ ταῖς τῶν δι' ἐναντίας ἀντιταττόμεθα δόξαις. Οὐκέτι γὰρ ἔσται ποιητὴς αἰώνων ὁ Μονογενής, παρεισδεδυκότος οὐκ οἶδ' ὅπως τοῦ χρόνου καὶ πρεσβυτέραν ἔχοντος τὴν ὑπόληψιν τοῦ κατ' ἐνέργειαν λέγεσθαι γεννᾶν τὸν Πατέρα καὶ Θεόν· εἴπερ ἐξ ἀγεννησίας ἔτι, τουτέστιν ἐκ τοῦ κατὰ δύναμιν, εἰς γέννησιν κατ' ἐνέργειαν οὐκ ἀχρόνως προήκοι ἄν, καὶ εἰ βραχὺ κομιδῇ καὶ ἀκαριαῖον νοοῖτο τὸ μεταξύ. Εἶναι δέ φημι πάναισχρόν τε καὶ ἀκαλλὲς ἥλιον μὲν οἴεσθαι καὶ πῦρ οὔ ποτε μὲν ὅπερ εἰσὶν οὐκ εἶναι τυχόν, ἀλλ' οὐδὲ στάσιν καὶ ἕδραν ἐσχηκέναι πώποτε, τὴν ἐν μόνῳ τῷ κατὰ δύναμιν νοουμένην, ἥκειν δὲ οὕτως εἰς ἐνέργειαν ὡς ἐν κινήσει τῇ κατὰ χρόνον καὶ φύσει, συμπεφυκότα δὲ μᾶλλον καὶ τῇ τῆς γενέσεως ἀρχῇ συντρέχοντα τὰ ἐνόντα λαχεῖν, Θεὸν δὲ σωμάτων μὴ ὑπερκεῖσθαι λέγειν, μήτε μὴν ὑπονοεῖν φύσεως ἰδίας ὥσπερ ἕπεσθαι θεσμοῖς ἔν γε τῷ χρῆναι τεκεῖν, ᾗπερ ἂν αὐτῷ τε καὶ μόνῳ πρέποι. ΛΟΓΟΣ ΤΡΙΤΟΣ Ὅτι Θεὸς ἀληθινὸς ὁ Υἱὸς καθὰ καὶ ὁ Πατήρ. Α. Ἄριστον μέν, ὦ Ἑρμεία, φαίης ἂν οἶδ' ὅτι καὶ αὐτός που τάχα τοῖς εἰς ἀρετὴν σπουδάσμασιν ἐναγλαΐζεσθαι δεῖν, ἐμφιλοχωρεῖν δὲ μάλιστα τοῖς εἰς εὐσέβειαν λόγοις, εἶεν δ' ἂν οὗτοι οἱ περὶ Θεοῦ. Τοιγάρτοι καὶ Γράμμα φησὶν ἱερόν· «Καὶ λαλήσεις ἐν αὐτοῖς καθήμενος ἐν οἴκῳ καὶ πορευόμενος ἐν ὁδῷ, κοιταζόμενος καὶ διανιστάμενος.» Τὸ γὰρ οἶμαι δεῖν ἀκαταλήκτως ἔχειν τὸν θεῖον ἡμᾶς ἐπὶ γλώττης λόγον οὐκ ἀσυντελὲς εἰς ὄνησιν καὶ οὐχ ἑτέροις ἂν πρέποι μᾶλλον, ἢ οἷς ἐν φροντίδι τὸ διαβιῶναι θεοφιλῶς. Β. Σύμφημι κἀγώ· τοῦδε γὰρ ἄμεινον οὐδέν. Ἐπειδὴ