Ancient Greek
Page 489
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 489
Not analysed yet
Α. Ἐρομένῳ δέ τῳ πότερα τὴν οὐσιώδη καὶ φυσικὴν περιθείης ἂν υἱότητα τῷ Υἱῷ, ἤγουν τὴν ἐν μόνῃ θελήσει τοῦ Πατρός, καθάπερ ἀμέλει δοίη τις ἂν καὶ ἐφ' ἡμῶν αὐτῶν, τί ἂν ἔφης αὐτός, ὦ Ἑρμεία; Β. Οὐσιώδη μὲν ἔγωγε φαίην ἄν, δόξαιμι δ' ἂν ἥκιστά γε τοῖς δι' ἐναντίας ἀληθὴς εἶναί τις. Α. Δόξειας γὰρ ἄν. Προσθεῖεν δ' ἂν ὅτι καὶ φρενὸς ἐκκεκρούσμεθα καὶ παρατετράμμεθα λογισμοῦ τοῦ βλέποντος εἰς εὐθύ. Τίνα γάρ, εἰπέ μοι, τῶν οὐ συμφρονεῖν ἑλομένων αὐτοῖς οὐκ ἂν κατασκώψειαν, οἵ γε τοσοῦτον διαλελυττήκασι καὶ μανίας ἀκράτου πρὸς τοῦτο ἥκουσι μέτρον ὡς εἰσποίητον εἶναι δεῖν οἴεσθαι τὸν Υἱὸν καὶ συντετάχθαι τοῖς ἄλλοις, εἰ καὶ τοῖς ἰδίοις εὑρήμασιν ἐπερυθριῶντες, καὶ λελυπημένην ὥσπερ καταγοητεύοντες τὴν ἀλήθειαν, δόξαν αὐτῷ περιπλάττουσι τὴν ἐξαίρετον καὶ τοῖς ἄλλοις ἀστιβῆ, καὶ τοσαύτην αὐτοὶ καθ' ἑαυτοὺς ἐπινοοῦσι τὴν εὔκλειαν ὅσηνπερ ἂν βούλοιντο κατ' ἐξουσίαν ἐπιμετρεῖν. Ἀλλ' ὡς ἥδιστα ἂν ἠρόμην αὐτοὺς τῆς ἐπ' ἀμφοῖν νοουμένης υἱοθεσίας τὸν τρόπον τίνα δὴ ἄρα πεπρᾶχθαί φασι. Κεκλήμεθα μὲν γὰρ εἰς υἱοὺς ἡμεῖς, τὸ δὲ ὅπως οὐχ ἡμεῖς ἐροῦμεν, μυσταγωγήσει δὲ γράφων ὁ Παῦλος· «Ὅτι δέ ἐστε υἱοί, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν κράζον· Ἀββᾶ, ὁ Πατήρ.» Οὐκοῦν, ἐπειδήπερ ἡμῖν ἀρρήτως ἐνῴκισται διὰ τοῦ ἰδίου Πνεύματος ὁ Υἱός, πρὸς υἱότητα τὴν πνευματικὴν ἑαυτοὺς εἰσκεκλῆσθαί φαμεν. Ἦ οὐχ ὧδε πεπρᾶχθαι τοῦτο ἐρεῖς; Β. Καὶ μάλα. Μεμνήσομαι γὰρ καὶ τοῦ σοφωτάτου διακεκραγότος ἡμῖν Ἰωάννου περὶ τοῦ Υἱοῦ· «Ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι.» Α. Ἄθρει δὴ οὖν, ὦ φιλότης, ὅποι ποτὲ ἡμῖν ὁ περὶ τοῦ Μονογενοῦς ἐκτελευτήσει λόγος, εἰ τοῖς εἰς υἱότητα κατακεκλημένοις ἰσοτρόπως συντετάξεται. Εἴη γὰρ ἂν οὐχ ἑτέρως ἐν υἱοῦ τάξει τὸ ποιηθὲν εἰ μὴ δι' Υἱοῦ ἐν Πνεύματι. Καὶ μαρτυρήσει λέγων ὁ Παῦλος· «Ὅτι δέ ἐστε υἱοί, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν κράζον· Ἀββᾶ, ὁ Πατήρ.» Ἐν τίνι δὴ οὖν εἰς Υἱὸν ἔσται καὶ αὐτός; Οὐ γάρ, οἶμαι, φαῖεν ἂν ὡς ἐν ἑαυτῷ τε καὶ δι' ἑαυτοῦ, καίτοι τοῖς κατὰ θέσιν ἐναρίθμιος ὤν, εἴπερ ἐξοίχοιτο κατ' αὐτοὺς τοῦ κατὰ φύσιν καὶ ἀληθῶς. Β. Ἀλλ' εἰ φαῖεν ὅτι τὸν μὲν Υἱὸν ἡμεῖς, αὐτός γε μὴν εἰσοικίζεται τὸν Πατέρα, τί ἂν ἔχοις πρὸς τοῦτο εἰπεῖν; Α. Φαίην ἂν ὅτι εἰ μὲν αὐτοὶ κατὰ σφᾶς αὐτοὺς τὴν