Ancient Greek
Page 491
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 491
Not analysed yet
Ἄλλως τε κἀκεῖνο γάρ, οἶμαι, δεήσει λέγειν· οὐχὶ τῇ πρὸς Υἱὸν ἑνότητι τῇ διὰ τοῦ Πνεύματος ἐν τοῖς ἑλοῦσιν ἐνεργουμένῃ, πρὸς υἱότητα διαμορφούμεθα, πρὸς δόξαν ὥσπερ ἰδίαν ἀναπλάττοντος ἡμᾶς τοῦ Υἱοῦ καὶ τοὺς τῆς ἰδίας μορφῆς χαρακτῆρας ἐνσημαινομένου καὶ οἱονεί πως ἐγγράφοντος ταῖς τῶν δεχομένων ψυχαῖς; Β. Καὶ πάνυ. Α. Ἀνακείσεται δὴ οὖν ὡς ἐνέργεια φυσικὴ τὸ υἱοποιεῖν δύνασθαι τῷ Υἱῷ, καὶ οὐχ ἑτέρου του χάριν, καθάπερ ἐγᾦμαι, καλῶς τε καὶ ἀμωμήτως ἔχειν ἢ ἐπείπερ ἐστὶν Υἱός; Β. Ἔστω. Τί δὴ οὖν ἐντεῦθεν; Α. Ὅτι τὴν Πατρὸς ἐνοίκησιν κατά γε τὸν εἰκότα καὶ ἀκριβῆ λογισμὸν οὐχ ἑτερουργὸν εἶναι δώσομεν, ἐπιτελεῖσθαι δὲ οὕτως ὡς ἂν νοοῖτο καὶ ἐφ' Υἱοῦ τὸ δι' αὐτοῦ πληρούμενον. Πατέρα γὰρ πάντως καὶ οὖχ Υἱὸν διαδείξειεν ἂν ὁ Πατὴρ τὸν ἐν ᾧπερ ἂν ἕλοιτο κατοικεῖν καὶ εἰς ἰδίαν αὐτὸν εἰκόνα διαμορφοῦν. Β. Ἆρ' οὖν, εἰπέ μοι, τὸν θεῖον ἐν ἡμῖν ἐξεικονισμόν, ὃν ἡ τοῦ ἀνθρώπου φύσις καταπλουτῆσαι λέγεται— πεποίηται γὰρ κατ' εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ—, πρὸς μόνην ἐμφέρειαν τὴν εἰς Υἱὸν εἶναι δώσομεν, ἢ καὶ εἰς τοῦτο συνεισδεξόμεθα τῷ Υἱῷ τὸν Πατέρα, καὶ πρὸς ὅλην ἐροῦμεν τὴν θείαν ἡμᾶς μεμορφῶσθαι φύσιν, καίτοι χρηματίζοντας υἱοὺς καὶ τεταγμένους ἐν τέκνοις; Α. Εἶτα, ὦ φιλότης, οὐκ οἴει χρῆναι νοεῖν ὡς ὁ σύμπας ἡμῖν τῆς πίστεως ἔν γε τουτῳῒ λόγος εἰς μίαν μὲν βλέπει θεότητος φύσιν, τὴν ἐν τρισὶν ὑποστάσεσιν ἰδικαῖς, αἳ σύμμορφοι καὶ ταὐτοειδεῖς ἀλλήλαις εἰς ἕν τι τὸ ἀνωτάτω συνθέουσι κάλλος, πρὸς ὃ καὶ ἡμεῖς μεμορφώμεθα, κατὰ τὰς Γραφάς, κατεσφραγίσμεθα δὲ πρὸς υἱότητα δι' Υἱοῦ ἐν Πνεύματι; Εἴη γὰρ ἂν εἰκὼν Υἱοῦ μὲν υἱότης, Πατρὸς δὲ πατρότης· οὐκοῦν υἱοὶ δι' Υἱόν, εἰκὼν δὲ Θεοῦ καὶ ὁμοίωσις ἡμεῖς, πρὸς ὅλην οὕτω τὸ ἐν ἀρχαῖς πεπλαστουργημένοι τὴν φύσιν, δῆλον δὲ ὅτι τὴν ἀνωτάτω. Β. Εὖ λέγεις. Α. Ἀδολεσχία τοιγαροῦν, τὸ τελοῦν εἰς ὄνησιν οὐδὲν ἔχουσα παντελῶς, τὸ ὑπερτείνεσθαι φιλεῖν εἰς τὴν τοῦ πρέποντος ἐπέκεινα ζήτησιν. Χρῆμα δὲ οἶμαι σοφὸν τὸ διασκέπτεσθαι καὶ φρονεῖν τὰ οἷσπερ ἂν ἕποιτο πάντη τε καὶ πάντως τὸ λυσιτελές. Β. Κομιδῇ μὲν οὖν. Α. Ὕθλοι δὴ οὖν τὰ ἐκείνων, καὶ διερρίφθω μακρὰν πρὸς αὐτό που τὸ λοῖσθον ἥκοντα τῶν κακῶν. Ἥκιστα δὲ ἡμεῖς οἰηθείημεν ἄν ποτε νόθον μὲν εἶναι Θεὸν καὶ ἀρτιφανῆ τὸν