Ancient Greek
Page 503
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 503
Not analysed yet
Ἔφη γάρ που τοῖς ἁγίοις μαθηταῖς· «Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν.» Ἴδιον δὲ τὴν εἰρήνην ἀγαθὸν εἶναί φησι, θεόσδοτον γὰρ τὸ χρῆμα καὶ οὐχ ἑτέρως. Καὶ πρός γε τούτῳ φησὶν ὁ θεσπέσιος Παῦλος· «Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.» Ὁ δὲ τῷ Θεῷ καὶ Πατρὶ συγχορηγός τε καὶ δοτὴρ καὶ διὰ τῆς ἴσης ἀπαραλλάκτως φιλοτιμίας τε ἅμα καὶ μεγαλοπρεπείας ἰών, πῶς ἄν, εἰπέ μοι, τῆς θεοπρεποῦς μειονεκτοῖτο δόξης, καὶ οὐχὶ δὴ μᾶλλον ἐν ἴσῳ τε καὶ ἐν ὁμοίῳ κείσεται κατὰ πᾶν ὁτιοῦν τῷ γεγεννηκότι; Β. Ὀρθῶς ἔχει. Α. Ἴθι δὲ δὴ καὶ ἐπ' ἐκεῖνο αὖ. Β. Τὸ ποῖον τί φῄς; Α. Ἢ οὐκ ἀληθὲς εἶναι φῂς ὡς τό γε ταῖς τῶν ἁγίων συμφέρεσθαι δόξαις εὐστιβῆ μὲν ἡμῖν ἀπεργάσεται τὴν ἀλήθειαν, ἐπ' αὐτὸ δὲ ἀνοίσει τὸ Θεῷ δοκοῦν καὶ τὸ διὰ τοῦ ἁγίου Πνεύματος ἐφ' Υἱῷ χρησμῳδούμενον; Β. Καὶ τί δὴ τοῦτό ἐστιν; Α. Τὸ ὅτι Θεὸς κατὰ φύσιν καὶ ἀληθῶς ὁ Υἱός. Ὁ γάρτοι σοφὸς ἔφη Παῦλος, περὶ μὲν τοῦ Θεοῦ καὶ Πατρός· «Ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οἶδεν—ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας—ὅτι οὐ ψεύδομαι.» Εἶτα τῆς τοιᾶσδε τιμῆς τε καὶ δόξης τὸν ἴσον εὐθὺς ἀναπλέκει στέφανον τῷ Υἱῷ, καταδείσας οὐδέν, ἐπείπερ ἔγνω Θεὸν ὄντα φύσει τε καὶ ἀληθῶς· ἐπιστέλλει περὶ αὐτοῦ, τὸν περὶ τῆς Ἰουδαίων ἀποπομπῆς ἐξυφαίνων λόγον· «Εὐχόμην γὰρ αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου κατὰ σάρκα, οἵτινές εἰσιν Ἰσραηλῖται, ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντας Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν.» Τὸν τοίνυν ἐπὶ πάντας Θεὸν ὑπὸ Θεῷ μετὰ πάντων θήσομεν, εἴπερ οὐκ ἀληθῶς ἐστὶ Θεὸς καὶ τοῖς κατὰ χάριν συντετάξεται, καίτοι τὸ ἐπὶ πάντας εἶναι λαχών, τὸ μέγα τοῦτο καὶ θεοπρεπὲς ἀξίωμα, τὸ εὐλογεῖσθαί φημι, καὶ τοῦτο διηνεκῶς καὶ ἀκαταλήκτως κατασφραγίζοντος τοῦ Ἀμήν. Ἆρ' ἐξ ὑγιοῦς οἴει φρενὸς ἐννενοῆσθαι ταυτὶ τοὺς δι' ἐναντίας; Β. Οὐδαμῶς· ἔχοι δ' ἂν μᾶλλον ὑγιᾶ τὸν νοῦν ὁ Θεὸν ἀληθινὸν καὶ ἐκ Θεοῦ πεφηνέναι τοῦ κατὰ ἀλήθειαν ὁμολογῶν τὸν Υἱόν, δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ Ὅτι οὐ κτίσμα ὁ Υἱὸς οὐδὲ ποίημα.