Ancient Greek
Page 508
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 508
Not analysed yet
ἀποκαλῶν, ἐφ' ᾗ καὶ ἀδιαπτώτως ἐρήρεισταί τε καὶ διαπέπηγεν ἡ Ἐκκλησία Χριστοῦ, καὶ αὐταῖς ἀνάλωτος ταῖς ᾅδου πύλαις εἰσαεὶ διαμένουσα. Πέτρου δὲ ἡ πίστις ὡς εἰς Υἱόν, οὐκ ἀπερισκέπτως ἐσχεδιασμένη καὶ ἐξ ἀνθρωπίνων νοημάτων ἀναπηγάζουσα, ἀλλ' ἐξ ἀπορρήτου μυσταγωγίας τῆς ἄνωθεν, διαδεικνύντος σαφῶς τοῦ Θεοῦ καὶ Πατρὸς τὸν ἴδιον Υἱόν, καὶ τὴν ἐπὶ τούτῳ πληροφορίαν ταῖς τῶν γνησίων ἐνιέντος ψυχαῖς. Ἥκιστα γὰρ ἂν διαψεύσαιτο Χριστὸς εἰπὼν ὅτι «Σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ' ὁ Πατήρ μου ὁ οὐράνιος.» Εἰ δὴ οὖν μακάριος Πέτρος καὶ τῶν οὕτως ὑπερφερεστάτων ἀξιοῦται γερῶν, Υἱὸν Θεοῦ ζῶντος διωμολογηκὼς αὐτόν, πῶς οὐ τρισάθλιοι καὶ ἀπερριμμένοι, καὶ τὸ τῷ Θεῷ καὶ Πατρὶ δοκοῦν καὶ εὖ ἔχον ὡς ἀληθῶς προχειρότατα καθυβρίζοντες, οἱ τὸν τῆς οὐσίας αὐτοῦ καρπὸν εἰς ποίημα κατασύροντες καὶ τὸ ζωῆς βλάστημα συναΐδιον ἐν τοῖς ἐπακτὸν ἔχουσι τὸ ζῆν ἀνοητότατα καταλογιζόμενοι; Ἢ οὐκ ἀμαθεῖς οἱ τοιοίδε λίαν; Β. Παντάπασι μὲν οὖν. Α. Ἐπείτοι καὶ δόξαν ἔχοντες ἐφ' Υἱῷ καταβεβλημένην οὕτω καὶ σμικροπρεπῆ, καὶ αὐτὸ τὸ μέγα καὶ ἐξαίσιον τὸ ἐπὶ τῇ τοῦ Θεοῦ καὶ Πατρὸς ἀγάπῃ καταστρέφουσι θαῦμα, ἁλώσονται δὲ καὶ αὐτοῖς ἐπιθήγοντες τοῖς τῆς θεότητος ἀξιώμασι τὸ ἀπύλωτον στόμα. Β. Φράσειας ἂν ὅπως, ἕπομαι γὰρ οὔ τί που. Α. Καὶ μάλα προθύμως· τὸ ἄναντες γὰρ οὐδέν. Δέδωκεν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς τὸν ἴδιον Υἱόν; Β. Καὶ πάνυ. Α. Ἄμεινον δὲ δήπουθεν τὸ γεννηθὲν οὗπερ ἂν φιλοτεχνήσαιτό τις, παντί τῳ δόξειεν ἄν, εἴπερ ἐστὶ τὸ μὲν ἐξ ἡμῶν καὶ τῆς τοῦ τεκόντος ὑποστάσεως καρπός, τὸ δὲ τῆς ἀρίστης εὕρημα βουλῆς καὶ σοφίας ἔργον, οὐ βλαστὸς οὐσίας. Β. Τί οὖν τοῦτό γε; Α. Ἢ οὐκ ἐννοεῖς ὡς μεῖον μὲν ἄν τις ἀγάσαιτο τυχὸν τὴν ἀγάπησιν τοῦ Θεοῦ καὶ Πατρὸς προεμένου πρὸς λύτρωσιν τῆς ὅλης κτίσεως μέρος ὄντα κτίσεως τὸν Υἱόν, εἴπερ ἐστὶ γενητός, πλουσιώτερον δὲ κατατεθήποι ἂν καὶ σφόδρα εἰκότως τῆς τοῦ κόσμου ζωῆς ἀντάλλαγμα, καὶ αὐτὸν εἰ μάθοι δεδωκότα τὸν Υἱὸν καὶ ἀφειδήσαντα μὲν ἰδίου καρποῦ, κατά γε τὸ ἐν σαρκὶ γεγονότα καὶ ἐντεθνάναι δοκεῖν, δεδιψηκότα δὲ μᾶλλον τοῦ κόσμου τὴν εἰς τὸ εὖ εἶναι διαμονήν; Β. Συνίημι. Α. Οἶμαι δὲ ἔγωγε—καὶ νεμεσάτω μηδεὶς ἀνακαιομένῳ πρὸς θράσος ἐκ φιλοθεΐας τῷ λόγῳ—ὡς οὐδ' ἂν ἀντάξιος