Ancient Greek
Page 523
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 523
Not analysed yet
Οὐ γὰρ δὴ ταῖς ἐκείνων ἀβελτηρίαις παραχωρήσομεν ἃ ἂν βούλοιντο νομοθετεῖν, ἀκαλλέστατα παρευθύνοντες ἐπὶ τὸ μὴ ἔχον ὀρθῶς τῶν σημαινομένων τὴν δύναμιν. Ἆρα γάρ, εἰ σκάφος ἕν τε καὶ μόνον διατεχνήσαιτό τις ἀνὴρ ξυλουργός, μονογενὲς ἂν καλοῖτο αὐτοῦ, καίτοι τέχνημα καὶ ἐπιστήμης ἔργον ὄν; Εἶτα πῶς τοῦτο οὐ καταγέλαστον ἢ σοφὸν εἶναί σοι τὸ χρῆμα δοκεῖ; Β. Ἥκιστά γε. Α. Τὸ δὲ δὴ καὶ διατείνεσθαι περιττὰ τοὺς δι' ἐναντίας καὶ ἀσυνετώτατα λέγειν μόνον ἐκ μόνου γεγεννῆσθαι τοῦ Πατρὸς τὸν Υἱόν, ταύτῃ τοι καὶ λίαν ἐξαίρετον ἀποτεμέσθαι τὴν φύσιν, καὶ εἰς λῆξιν εὐκλείας τὴν ἀνωτάτω διαδραμεῖν, διχῆ πλημμελεῖν ἑλομένους παραδείξειεν ἂν καὶ ἀμαθαίνοντας κομιδῇ. Β. Φράσον ὅπως. Α. Πρῶτον μὲν γὰρ ὡς ἐξ ἀναγκαίου τε καὶ ἀφύκτου λογισμοῦ τὴν μεθ' Υἱὸν ἀργίαν καταγράψουσι τοῦ Πατρός, καὶ τὴν ἀεικίνητον φύσιν ἀπρακτῆσαι πρὸς τὰ οἰκεῖα καὶ οὐχ ἑκόντες ὁμολογήσουσι, καὶ καταλῆξαι δημιουργίας, οὐδενὸς τὸ σύμπαν ἔτι μετ' ἐκεῖνον ἐπιθιγγάνουσαν, μεθεῖσαν δὲ ὥσπερ τῇ τοῦ Υἱοῦ δυνάμει τε καὶ φύσει τὸ ἐνεργεῖν τε καὶ δρᾶν τὰ δι' ὧνπερ ἂν εἴη καὶ μόνων τὴν ἀνωτάτω φύσιν ἐπιγινώσκεσθαι. Καὶ γενητῆς μὲν οὐσίας καρποὶ τὰ τῆς θεότητος ἴδια, κατακαυχήσεται δέ, ὡς ἔοικεν, ὁ μὲν Θεὸς καὶ Πατὴρ ἐφ' ἑνὶ καὶ μόνῳ κτίσματι, τῷ Υἱῷ· ὁ δὲ τοῖς οὕτω πλείοσιν ἐναβρυνεῖταί που, καὶ φρονήσει μεῖζον ἢ ὁ Πατήρ, ἰσοσθενὴς μὲν αὐτῷ διὰ τοῦ πεφυκέναι δημιουργεῖν ἀναδεδειγμένος, καὶ διὰ τοῦ παράγειν εἰς γένεσιν τὰ οὐκ ὄντα ποτέ, πλεονεκτῶν δέ, οἶμαί που, κατά γε τὸ εἶναι χρηστός, εἴπερ ἐστὶν ἀγαθοῦ τὸ παρακομίζειν εἰς ὕπαρξιν ἐξ ἀνυπαρξίας καὶ ὄντα ποιεῖν τὰ οὔπω τοῦ εἶναι λαχόντα τὴν χάριν. Ἐξέρπει δὴ οὖν ἐπὶ τὸ ἀκαλλὲς ὁ λόγος, ἀεργῆ καθιστὰς τὴν ἀεικίνητον φύσιν, ᾗ δὴ καὶ μόνῃ πρέποι ἂν τὸ τοῖς οὐκ οὖσι τὸ εἶναι προσνέμειν· ἦ γὰρ οὐχὶ τὴν τῆς ἡμερότητος πηγήν τε καὶ γένεσιν τοῖς ἐξ ἰδίων ἐνθυμημάτων καταπεδήσαντες λογισμοῖς, μέχρι τῆς Υἱοῦ κατασκευῆς ἱστᾶσιν οἱ δείλαιοι κατά γε τὸ σφίσι δοκοῦν; Καίτοι τί δήποτε τοῦ Θεοῦ καὶ Πατρὸς ἀργεῖν ἑλομένου καὶ ἀπρακτοῦντος εἰς τὰ λοιπά, συνετίθει λόγους ἡμῖν ὁ μακάριος Μωσῆς καὶ φενακισμοὺς εἰκαίους, κατά γε τὸ εἰκός, ἤγουν κατ' ἐκείνους ἀναγράφει λέγων· «Καὶ εἶπεν ὁ Θεός· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν.» Τὸ γάρτοι, Ποιήσωμεν, κατοκνοῦντα μὲν οὐδαμῶς