Ancient Greek
Page 525
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 525
Not analysed yet
Ἆρ' ὡς ἀμείνω τῆς ἐνεργείας τῆς ἑαυτοῦ, ταύτῃ τοι καὶ χρειωδῶς ταῖς ἑαυτοῦ κινήσεσιν, ἤγουν ἀναγκαίως παρειλημμένην, ἢ ὡς ἐλάττονα καὶ ἐν χείροσι, καὶ οὐκ ἀναγκαίως εἰσδεδεγμένην; Εἰ μὲν οὖν ὡς ἀμείνω καὶ χρειωδῶς, περιττολογία τοῦτό γε, μᾶλλον δὲ ἤδη καὶ δυσφημία. Τὸν γὰρ ἐξ οὗ πέφηνεν ὁ Υἱὸς ὑπερκείσεταί που, καὶ τὴν τοῦ Θεοῦ καὶ Πατρὸς πλεονεκτήσει φύσιν, καὶ χρείαν αὐτῇ καὶ τὸ ἄμεινον ἀναπληρῶν. Εἰ δ' αὖ ὡς αἰσχίονα καὶ οὐκ ἀναγκαίαν, ἀκαλλεστέραν δὲ ὥσπερ ἀποφαίνουσαν τὴν δημιουργίαν, τί τὸ ἀναπεῖθον, εἰπέ μοι, συνεργάζεσθαι τῷ Υἱῷ; Ἢ πῶς οὐκ ἐρεῖ τις διαμελλήσας οὐδὲν ὡς κατημέλησε μὲν οὐκ οἶδ' ὅπως τοῦ ἀμείνονος ὁ Πατήρ, τὸ δὲ οὐχ οὕτως ἔχον ἠθέλησε κρατεῖν, παρωσάμενος μὲν ἤγουν κατοκνήσας τὸ αὐτουργεῖν ἑλέσθαι περὶ τὴν κτίσιν, δι' οὗ δὴ καὶ μόνου τὸ ἀκραιφνὲς ἦν αὐτῇ κατασημαίνεσθαι κάλλος, συνεισδεξάμενος δὲ τὸν Υἱόν, ἵνα μὴ ἄκρατον καὶ ἀσυμμιγὲς τοῦ χείρονος λάχοι τὸ παρῆχθαι μακαρίως καὶ ἐλθεῖν εἰς ὕπαρξιν. Β. Ἀλλ' οὐκ ἂν ὑπέστη, φησί, ἡ γενητὴ φύσις τὴν ἄκρατον αὐτουργίαν τοῦ Πατρός, ἦν δὲ καὶ ἑτέρως ἀπίθανον τὴν οὕτως ὑπερφυᾶ καὶ ὑπερτάτην ὑπεροχὴν καὶ μέχρι τῶν ἄγαν εὐτελεστάτων κατακομίζεσθαι δεῖν. Α. Καὶ μὴν τοῦτό γέ ἐστι κιβδήλου καὶ βδελυρᾶς ἀπόβρασμα φρενός. Ἦ γὰρ οὐκ ἄσοφον ἐννοεῖν ὡς εἴπερ ἦν ἀληθῶς φορτικὴ καὶ διαβριθής, ἤγουν ἀπρόσιτος παντελῶς ἡ τοῦ Πατρὸς αὐτουργία γενητῇ καὶ πεποιημένῃ φύσει, τρυφερὰν καὶ εὐάντητον καὶ οἰστὴν γενέσθαι μόνῳ τῷ Υἱῷ, καίτοι κατ' ἐκείνους ὁμοφυᾶ τοῖς κτίσμασι λαχόντι τὴν φύσιν; Τὸ γὰρ ἅπαξ ἀνύποιστον γενητοῖς οὐδ' ἂν ἑνὶ γένοιτο φορητόν, κἂν ὑπερκεῖσθαι δοκεῖ, καὶ διαφερόντως ἄμεινον νοοῖτο τῶν ἄλλων. Τὸ δὲ δὴ καὶ φάναι προχείρως ἀποτολμᾶν μὴ καθικνεῖσθαι πρέπειν τὴν Πατρὸς ὑπεροχὴν καὶ μέχρι τῶν οὕτως εὐτελεστάτων, διττὴν ἂν ἔχοι τὴν δυσφημίαν. Καθυβριοῦσι μὲν γὰρ τὸν Υἱόν, καταμωμήσονται δὲ καὶ αὐτόν, καίτοι τιμᾶν οἰόμενοι, τὸν Πατέρα. Β. Τί νοοῦντες ἢ λέγοντες; Α. Τῆς μὲν γὰρ ἐν Πατρὶ νοουμένης ὑπεροχῆς ὑποβιβάζουσι τὸν Υἱόν, πλήν, οἶμαί που, τό γε ἥκειν αὐτὸν εἰς λῆξιν τὴν ἀνωτάτω καὶ ὑπεροχῆς καὶ δόξης οὐκ ἂν ἀφέλοιντο, καὶ εἰ σφόδρα τινὲς εἶεν τῶν ἄγαν ἀπηχεστάτων. Ἆρ' οὖν, ὧδε φύσεως ἔχοντι τῷ Υἱῷ καὶ εἰς τοῦτο τιμῆς καὶ μεγα-