Ancient Greek
Page 530
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 530
Not analysed yet
εἶναι πεπιστεύκαμεν; Θείας γὰρ φύσεως κοινωνοί, πῶς ἂν ἢ πόθεν ἡμεῖς, ἢ ποῖος ἡμῖν ἐνσημαίνεται Θεοῦ χαρακτήρ, καὶ εἰ μεμορφώμεθα πρὸς Υἱόν, ἐπείπερ ἐστὶν οὐ Θεὸς ὡς πεποιημένος; Ὥρα δὲ οἴεσθαι καὶ αὐτὸν οὐκ ἀγενήτως ὑπάρχειν τὸν Πατέρα καὶ Θεόν· ἐξεικονιεῖ γάρ που τὸ ἀρχέτυπον ὁ χαρακτήρ. Ἢ ἐκεῖνο φράσον. Ἐρήσομαι γάρ· ἆρα γὰρ τὴν θείαν ὅ τι ποτέ ἐστιν ἐννοήσας φύσιν, οὐκ ἀσύγκριτόν τι παντελῶς καὶ ἀπαράβλητον κτίσει τὸ χρῆμα ἐρεῖς, καὶ οὐδενὶ τῶν ὄντων ἀπαραλλάκτως προσεοικός; Β. Παντάπασι μὲν οὖν· Θεοῦ γὰρ φύσις πῶς οὐχ ἅπαν ὑπερκείσεται γενητόν; Α. Οὐκοῦν οὐκ ἄν τις, εἴ γε νοῦν ἔχοι, ἀρχέτυπον γενητοῦ τὴν ἄκτιστον καὶ ἀγένητον παραδέξαιτο φύσιν· οὐδὲ γὰρ ἂν ἔν γε τῷ ἀεὶ καὶ ὡσαύτως ὄντι τε καὶ ἔχοντι τὴν οὐκ οὖσάν ποτε καὶ πεποιημένην καταθεάσαιτο φύσιν. Β. Ὧδε ἔχει. Α. Ἀληθὲς δὲ οἶμαι καὶ τὸ ἔμπαλιν. Οὐ γὰρ ἐν τῷ μὴ ὄντι ποτὲ τὸ ἀεὶ καὶ ὡσαύτως ὂν καταθρήσαιμεν ἄν. Β. Ἀληθές. Α. Τί οὖν ἐστι τὸ ἀξιάγαστον ἐν ἡμῖν ἔκ γε τοῦ μεμορφῶσθαι πρὸς τὸν Υἱόν; Ποῦ δὲ τὸ θεῖον ταῖς τῶν πιστευσάντων ψυχαῖς ἐνήστραψε κάλλος, ὡς ἄηθές τε καὶ ξένον; Καίτοι γενητῷ παντὶ πρὸς γενητόν, καθόπερ ἂν γεγενῆσθαι νοοῖντο, τὸ ταυτοειδὲς οὐκ εἰσκεκριμένον, φύσεως δὲ μᾶλλον ἐγχαράττει θεσμός. Ἦν οὖν ἄρα σύμμορφος ἀεὶ γενητῷ κατ' ἐκείνους ὄντι τῷ Υἱῷ καὶ ἡ λοιπὴ κτίσις. Ποῖον οὖν ἔτι ταῖς ἡμετέραις ψυχαῖς ἐνσημαίνεται κάλλος διὰ τοῦ Πνεύματος· Περιττοποιός, ὡς ἔοικεν, ἀναφανεῖται λοιπόν, προστιθεὶς εἰκαίως, ὃ καὶ εἰ μή τις ἕλοιτο τυχόν, τὸ γοῦν κατὰ φύσιν διακεκτῆσθαι μέτα, καὶ οἴκοθεν ἔχει παρ' ἑτέρου μὴ λαβών. Ἀλλ', οἶμαί γε δή, τουτωνὶ παστισοῦν ὀρθός τε καὶ ἀπλανὴς καταμειδιάσειε λόγος. Θείας γὰρ φύσεως κοινωνοί, σχέσει τῇ πρὸς Υἱὸν διὰ Πνεύματος, οὐκ ἐν ψιλῇ δοκήσει μᾶλλον, ἀλλ' ἐν ἀληθείᾳ πάντες ἐσμὲν οἱ πεπιστευκότες, καὶ μεμορφώμεθα πρὸς Θεόν, πρὸς τὸ ὑπὲρ κτίσιν κάλλος ἀναστοιχειούμενοι. Μορφοῦται γὰρ ἐν ἡμῖν ἀρρήτως Χριστός, οὐχ ὡς γενητὸς ἐν γενητοῖς, ἀλλ' ὡς ἀγένητος καὶ Θεὸς ἐν γενητῇ καὶ πεποιημένῃ φύσει, πρὸς ἰδίαν εἰκόνα μεταχαράττων διὰ τοῦ Πνεύματος καὶ πρὸς τὸ ὑπὲρ κτίσιν ἀξίωμα τὴν κτίσιν μετατιθείς, τουτέστιν ἡμᾶς. Β. Οὐδὲν οὖν ἄρα τὸ ἀποσοβοῦν ἢ μεθιστῶν τῆς ἀληθοῦς