Ancient Greek
Page 532
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 532
Not analysed yet
ἢ ποιήσατε τὸ δένδρον σαπρὸν καὶ τὸν καρπὸν αὐτοῦ σαπρόν· ἐκ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται.» Ἦ γὰρ οὐχ ἕκαστον τῶν ὄντων τὸ τί κατὰ φύσιν ἐστὶν ἐξ ὧν ἀληθῶς εἶναι πεπίστευται, σαφῶς τε καὶ ἀπλανῶς εἰδείημεν ἄν, ὦ ἑταῖρε; Β. Καὶ μάλα. Α. Φέρε δὴ οὖν, ἥτις ποτέ ἐστι, τὴν τοῦ Υἱοῦ φύσιν διασκεπτώμεθα, κἀκεῖνο προσενθυμούμενοι ὡς, εἰ μὴ Θεὸς κατὰ φύσιν ἐστί, πεποίηται δὲ μᾶλλον καὶ παρῆκται μεθ' ἡμῶν πρὸς γένεσιν, κατά γε τὸν παρ' ἐκείνοις μεθύοντά τε καὶ ἐξεστηκότα λόγον, πῶς ἄρα διώλισθεν ὁ κόσμος αὐτοῦ καὶ διέστη τὸ ποιηθέν; Ἆρα τοῖς κατὰ τόπον καὶ μετρητοῖς διαστήμασι; Καίτοι πῶς οὐ τερθρεία τοῦτό γε; Ποῦ γὰρ ἢ πῶς διεστήξει τὸ ἀσώματον, ἢ ποῖος αὐτὸ περιγράψει τόπος; Καὶ γοῦν ὁ μακάριος Ἰωάννης μεμαρτύρηκεν ὅτι «Καὶ ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω.» Ἆρα οὖν, ὦ Ἑρμεία, φρονοῦντες ὀρθῶς, τῆς ἀποστασίας τὸν τρόπον καὶ τῆς μεταξὺ πεσούσης διακοπῆς οὐχ ἕτερόν τινα παρὰ τοῦτον εἶναι δώσομεν, τὸ μὴ ἐγνωκέναι φημὶ τὸν κόσμον τὸν ἀεὶ συνόντα Δημιουργόν; Β. Πῶς γὰρ οὔ; Α. Δραπέτης οὖν ἄρα ὁ κόσμος ἦν, τῆς πρὸς αὐτὸν κοινωνίας ἀποδραμών, διά γε τοῦ μὴ εἰδέναι τὸν ὑπὲρ κτίσιν Δημιουργὸν καὶ τὴν διὰ τοῦ Πνεύματος σχέσιν, ἐκ παρατροπῆς τῆς εἰς τὸ φαῦλον ἀποβαλών. Ἅμα τε γὰρ τοῖς τοῦ τεχνουργοῦντος ἀρρήτοις νεύμασι παρήχθη πρὸς ὕπαρξιν ἡ ἀνθρώπου φύσις καὶ τῇ πρὸς τὸ Πνεῦμα σχέσει κατεκαλλύνετο. «Ἐνεφύσησε γὰρ εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς,» οὐχ ἑτέρως, οἶμαι, τοῦ ζώου τὸ ἐν ἁγιασμῷ καὶ οἰκειότητι τῇ πρὸς Θεὸν διαφανὲς ἕξοντος ἄν, εἰ μὴ τῇ τοῦ ἁγίου Πνεύματος κατακαλλύνοιτο μετουσίᾳ. Τοιγάρτοι καὶ ὅτε γέγονεν ἄνθρωπος ὁ Μονογενής, ἐρήμην τοῦ πάλαι καὶ ἐν ἀρχαῖς ἀγαθοῦ τὴν ἀνθρώπου φύσιν εὑρών, πάλιν αὐτὴν εἰς ἐκεῖνο μεταστοιχειοῦν ἠπείγετο, καθάπερ ἀπὸ πηγῆς τοῦ ἰδίου πληρώματος ἐνιείς τε καὶ λέγων· «Λάβετε Πνεῦμα ἅγιον,» τῷ διὰ σαρκὸς καὶ ἐμφανεστέρῳ φυσήματι τὴν τοῦ Πνεύματος φύσιν εὖ μάλα σκιαγραφῶν. Ἔσται δὴ οὖν ἐν ἴσῳ ταῖς ἐν ἀρχῇ πρὸς τὸ εἶναι παρόδοις τὸ ἀνακαινίζεσθαι πρὸς τὸ ἀπ' ἀρχῆς, καὶ τόν γε τοῦ κεχωρίσθαι τρόπον ἡ γενητὴ νενόσηκε φύσις, οὐχὶ τοῖς κατὰ τόπον νοουμένοις διαστήμασι, πολλοῦ γε καὶ δεῖ· ἐξωθουμένη δὲ μᾶλλον καὶ διεκπίπτουσα Θεοῦ, καὶ τῆς πρὸς Υἱὸν συναφείας τῆς διὰ τοῦ Πνεύματος. Καὶ γοῦν