Ancient Greek
Page 539
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 539
Not analysed yet
δημιουργόν, ἕψεταί που πάντως καὶ τὸ χρῆναι νοεῖν ὡς οὔτε ἄναλκις οὔτε ἄσοφος ὤν, οὔτε μὴν Λόγου δίχα δημιουργεῖ; Β. Ἕψεται γὰρ οὖν. Τοιγάρτοι φησὶ μὲν ὁ Μελῳδός· «Πάντα ἐν σοφίᾳ ἐποίησας.» Τὴν δὲ τοῦ παντὸς γένεσιν τρανότερον ἐξηγούμενος, ἀνεκεκράγει λέγων ὁ προφήτης Ἱερεμίας· «Κύριος ὁ ποιήσας τὴν γῆν ἐν τῇ ἰσχύϊ αὐτοῦ, ὁ ἀνορθώσας τὴν οἰκουμένην ἐν τῇ σοφίᾳ αὐτοῦ, καὶ τῇ φρονήσει αὐτοῦ ἐξέτεινε τὸν οὐρανόν.» Α. Τί δέ; Οὐχὶ σοφίᾳ τε καὶ ἰσχύϊ καὶ μὴν καὶ φρονήσει Θεοῦ τὰ πάντα ἐκτίσθαι διαρρήδην ἡμῖν ἀναγράφοντος Ἠσαΐου, πάντα δι' Υἱοῦ γενέσθαι φησὶν ὁ σοφὸς Ἰωάννης; «Πάντα γάρ, ἔφη, δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.» Β. Ναί. Τί οὖν τοῦτό γε; Α. Ὅτι σοφία καὶ δύναμις ὢν τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς ἡμῖν ἀναπέφανται. Β. Πῶς γὰρ ἢ πόθεν τοῦτο ἀμφίλογον; Α. Οὐκοῦν, ἄγε δὴ φράσον πότερα τὸν Υἱὸν ἐν σοφίᾳ καὶ συνέσει καὶ δυνάμει τοῦ Πατρὸς παρῆχθαι πρὸς ὕπαρξιν, ἤγουν ἀσόφως τε καὶ ἀσυνέτως καὶ ἀσθενῶς ἡγώμεθα; Γενητὸν γὰρ εἶναί φασι. Β. Καὶ μὴν τοῦτό γέ ἐστι παντάπασιν ἀμαθές. Οὐ γὰρ ἦν ὅτε σοφίας ἦν δίχα καὶ δυνάμεως ὁ Πατήρ. Α. Εὖ λέγεις. Ἐπαινέσομαι γὰρ οὖν ὀρθὰ καὶ δίκαιά σε φρονεῖν ᾑρημένον. Ἀλλὰ τί πρὸς ταῦτα φαῖεν ἂν οἱ τοῖς γενητοῖς ἐναρίθμιον καταγράφοντες τὸν Υἱόν; Εἰ γὰρ ἦν μὲν οὐκ ἀεί, νόμῳ δὲ κτίσεως χρόνῳ παρήχθη πρὸς ὕπαρξιν, καίτοι σοφία καὶ δύναμις καὶ σύνεσις ὢν τοῦ Πατρός, ἀσθενῆ καὶ ἄναλκιν ἄσοφόν τε καὶ ἀσύνετον ὁμολογήσουσιν εἶναι πρὸ αὐτοῦ τὸν Πατέρα, πεποιῆσθαί τε δώσουσι τὸν Υἱὸν ἀσόφως τε καὶ ἀνάνδρως, καίτοι πλουσίῳ περιχεόμενον θαύματι, καὶ οὐκ ἐν οἷς ἡ κτίσις, ἀλλ' ἐν ἀσυγκρίτοις ὄντα ταῖς ὑπεροχαῖς. Εἰ δὲ δὴ καταμειδιῶντος αὐτῶν παντός, οἶμαι, λόγου, τὸ τῆς δυσφημίας αἶσχος παρωθούμενοι, καὶ αὐτὸν ἐν σοφίᾳ καὶ δυνάμει τοῦ Πατρὸς παρῆχθαι πρὸς γένεσιν οἰήσονται δεῖν, ἀναγκαῖον ὁμολογεῖν ὡς αὐτὸς ἑαυτοῦ πρεσβύτερος ἔσται λοιπὸν καὶ πρός γε τούτῳ δημιουργός. Ὑπέστησε γὰρ ἑαυτὸν ὁ Υἱός, εἴπερ ὢν αὐτὸς ἡ πᾶσα σοφία καὶ ἡ δύναμις τοῦ Πατρός, ἐν δυνάμει τῇ ἑαυτοῦ καὶ σοφίᾳ γέγονε. Συνίης οὖν ὅπως πανταχῆ καταρρεῖ πρὸς τὸ ἀκαλλὲς ὁ λόγος; Β. Καὶ πάνυ. Α. Παραδειχθείη δ' ἂν οὐ σὺν ἱδρῶτι πολλῷ καὶ καθ' ἕτερον τρόπον ἠλίθιον κομιδῇ τὸ δόγμα αὐτοῖς. Φέρε γὰρ δή, τὴν τοῦ Θεοῦ φύσιν ταῖς ἐγχωρούσαις ἐννοίαις ὡς