Ancient Greek
Page 544
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 544
Not analysed yet
Εὔηθες δὲ ἤδη καὶ τὸ ἀκαλλὲς εἶναι λέγειν τῷ Θεῷ καὶ Πατρὶ τὸ προσεχῆ μὲν εἶναι τοῖς ἄλλοις, ὡς μικροῖς, ἐφ' Υἱῷ γε μὴν οὐκ ἔτι. Τί γὰρ οὐ βραχὺ πρὸς Θεοῦ φύσιν, τῶν γε ἅπαξ τελούντων ἐν γενητοῖς; Ἢ ἴστωσαν ἀναμετροῦντες τὴν ἀμέτρητον φύσιν, σμικρὰ μὲν ὡς πρὸς αὐτὴν ἀναγράφοντές τινα, τὸ δὲ ὅτι μέγα καὶ ὑπερφυές, καὶ οὐ λίαν ἀφεστηκός, οὐκ οἶδ' ὅπως πεφλυαρηκότες. Β. Ἄριστα ἔφης. Α. Μεθέντες δὴ οὖν, ὦ Ἑρμεία, τὸ σοφίζεσθαι περιττά, καὶ οἱονεὶ τὸ σεμνοληρεῖν, ἐπ' αὐτὸ δὴ καὶ μόνον ἴωμεν ἤδη τὸ ἀληθές, ὁμολογεῖν ἐγνωκότες, ὡς ἔστι Θεός, πέφηνέ τε κατὰ φύσιν ἐκ Θεοῦ καὶ Πατρὸς ὁ Μονογενής. Καὶ εἴπερ ἐστὶ τὸ ὂν ἀληθῶς ἡ ἄναρχός τε καὶ πρεσβυτάτη καὶ ἀγένητος φύσις, ἐρρέτω συκοφαντία καὶ φενακισμός. Τὸν γὰρ ὄντως ὄντα τοῦ Θεοῦ Λόγον ὀψιγενῆ καὶ πεποιημένον πῶς ἂν ἔτι παραδεξαίμεθα, καὶ οὐχὶ τῶν ἀρίστων ἡμᾶς ἀπολισθεῖν βουλευμάτων, πᾶς τισοῦν, οἶμαι, τῶν εὖ φρονούντων ἐρεῖ· Ἢ ἐκεῖνο φράσον (ἐρήσομαι γάρ), ἆρ' οὐκ ἀληθὲς ὁμολογήσαις ἂν ὅ φημι; Υἱὸν γὰρ εἴπερ τις ὀνομάσαι Θεοῦ, οὐχ ἕτερον, οἶμαι, τὶ ἐννοήσειεν ἄν, καίτοι πλείστων ὅσων εἰσπεποιημένων εἰς υἱοθεσίαν, ἀλλ' ἐπ' ἐκεῖνον αὐτὸν τὸν ἕνα καὶ φύσει καὶ ἀληθῶς τῶν ἀκροωμένων ὁ νοῦς ὀξεῖ καὶ ἀναμφιλόγῳ φέρεται δρόμῳ. Ἦ οὐκ ἀληθὲς εἶναί σοι τὸ χρῆμα δοκεῖ; Β. Ναί. Α. Ὥσπερ οὖν ἑνὸς ὄντος ἐν ἡμῖν τοῦ κατὰ φύσιν τε καὶ ἀληθινοῦ Θεοῦ, εἴπερ τῳ τῶν καθ' ἡμᾶς Θεὸν ὀνομάσαι δοκεῖ προσθέντι μηδέν, οὐδ' ὅσον εἰς νοῦν εἰσδεξαίμεθα ἂν τὴν ἑτέρου δήλωσιν, καίτοι πληθύος οὕτω πολλῆς εἰς τὴν τοῦ Θεοῦ κλῆσιν εἰσδεδεγμένης ἔν τε οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, καθὰ γέγραπται· οὕτω τὸν ἕνα καὶ ἀληθῶς Υἱὸν ὀξύτατα διασκέψαιτ' ἂν τῶν φιλοθέων ὁ νοῦς, εἴπερ τις ὅλως Υἱὸν ὀνομάσαι Θεοῦ, προσθεῖεν δ' ἂν ἔτι τοῖς εἰρημένοις καὶ τόδε. Β. Τὸ ποῖόν τι φής; Α. Οὐ γάρ, ὦ βέλτιστε, φαίης ἂν τὸ ἀληθῶς ὂν ἓν εἶναί τι καὶ οὐ πολλά; Τοῦτο δέ ἐστι Θεός, ἤτοι Θεοῦ φύσις. Β. Φαίην ἄν. Α. Ἆρ οὖν οὐκ ὄντα ἐστὶ τὰ πεποιημένα καὶ κεκλημένα πρὸς ὕπαρξιν δι' αὐτοῦ; Β. Ὄντα μέν· πῶς γὰρ οὔ; τά γε ὅλως ὑφεστηκότα. Πλὴν κατὰ μίμησιν τοῦ ὄντος ἀληθῶς. Α. Ἐπιψηφιοῦμαι τὸ ἀληθὲς ἄριστά σοι διεγνωκότι. Παρακλέπτει γάρ πως ἀεὶ τὴν τοῦ φύσει δόξαν τὸ κατὰ μίμησιν. Ὥσπερ οὖν καὶ εἰ πολλὰ νοοῖτο τυχὸν κατὰ μίμησιν τοῦ ἀληθῶς ὄντος τὰ ὄντα, τὸ γοῦν ἀληθῶς ὄν ἐστιν ἕν. Κατὰ τὸν αὐτόν, οἶμαι, τρόπον, καὶ εἰ πολλοὶ καλοῖντο θεοὶ καὶ υἱοί, ἀλλ' εἷς ὁ φύσει καὶ ἀληθῶς Υἱὸς καὶ Θεός.