Ancient Greek
Page 547
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 547
Not analysed yet
γενόμενος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτόν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ, ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός.» Β. Τί οὖν τοῦτό γε; Α. Οὐ γὰρ δυσίν, ὦ φιλότης, διανέμει καιροῖς τὴν ἀφήγησιν καὶ διττὴν εἰσφέρει τοῦ μυστηρίου τὴν γνῶσιν; Ἕνα μὲν γὰρ ὁρίζει καιρόν, τὸν ἐν ἀρχαῖς τε καὶ πρῶτον, καθ' ὃν ἦν ὁ Λόγος ἐν μορφῇ καὶ ἰσότητι τοῦ Θεοῦ καὶ Πατρός· δεύτερον δὲ καὶ ἐν ὑστέροις, καθ' ὃν οἱονεί πως μεθεὶς τὸ εἶναι ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρός, κεκένωκεν ἑαυτόν, μορφὴν δούλου λαβὼν καὶ αὐτὸν ἀνατλὰς τὸν ἐπὶ σταυροῦ θάνατον. Τότε γὰρ δὴ καὶ τὸ φύσει μετὸν αὐτῷ καὶ οὐσιωδῶς εἰσποιήτως ἑλεῖν καὶ ὡς ἐν χάριτος τάξει νενόμισται, φημὶ δὴ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, καὶ τὸ προσκυνεῖσθαι δεῖν πρός τε ἡμῶν αὐτῶν καὶ τῶν ἁγίων ἀγγέλων. Β. Ὧδε ἔχει. Α. Ἅπας τοίνυν ἡμῖν τῆς θεοπνεύστου Γραφῆς ὁ λόγος ἐπ' ἄμφω βλέπει. Ὁτὲ μὲν γὰρ οὔπω καθιγμένον εἰς κένωσιν θεολογεῖ τὸν Υἱόν, ἀλλ' ἐν τῷ τῆς θεότητος ὕψει καὶ ἐν οἷς ὁ Πατήρ· ὁτὲ δὲ αὖ, ῥοπαῖς ταῖς ἐθελουσίοις φειδοῖ τε τῇ πρὸς ἡμᾶς κεκλημένον εἰς κένωσιν, καὶ εἰς τὴν τῆς σαρκὸς ἀδοξίαν τῶν ἄνω καταφοιτήσαντα παρίστησιν ἐναργῶς. Ἆρ' οὖν (ἐρήσομαι γὰρ) σοφοὶ καὶ ἀγχίνοι καταλογισθεῖεν ἂν οἱ διφυᾶ καὶ διπλοῦν τὸν ἔν γε τουτοισὶ προσιέμενοι λόγον, καὶ καιροῖς διανέμοντες τοῖς καθήκουσι τὴν μυσταγωγίαν, ἢ οἵπερ ἂν δόξειαν ἀνάχυσίν τινα καὶ ἀναφυρμὸν πραγμάτων τε ἅμα καὶ καιρῶν ἐπινοεῖν, ὡς ἀνάπτειν οὐ διεσταλμένως τὰ μὲν σαρκὸς καὶ διὰ τὴν σάρκα τῷ ἐκ Πατρὸς φύντι Λόγῳ, τὰ δὲ τοῦ Μονογενοῦς ἴδια καὶ ἐξαίρετα καταγράφειν σαρκὶ καὶ χρόνῳ τῷ κατ' αὐτήν. Β. Καὶ πῶς ἀμφίλογον, ὡς ἄμεινον δήπου, Χριστὸν μὲν ἕνα καὶ Υἱὸν ὁμολογεῖν κατὰ τὰς Γραφάς, ἐπινοίαις γε μὴν καὶ τῇ θεωρίᾳ τῇ κατὰ τὸν λόγον, ἕως μὲν ἦν τῆς πρὸς σάρκα καθ' ἕνωσιν συνδρομῆς ἀφεστηκὼς ὁ Μονογενής, τοῖς τῆς θεότητος ἀξιώμασιν ἐπαυχεῖν ἐκπρεπῶς, ὡς ἰδικοῖς τε καὶ φυσικοῖς· ἐπεὶ δὲ σαρκὶ συνηνέχθη καὶ γέγονεν ἄνθρωπος, τότε δὴ τότε καὶ τὰ ἐκ τοῦ κεκενῶσθαι λαβεῖν; Α. Ἀναγκαῖος τοιγαροῦν ὁ ἐπ' ἀμφοῖν ἐστι λόγος, εἰ τὰ ἑκάστῳ πρέποντα βασανίζοι καιρῷ. Β. Καὶ μάλα.