Ancient Greek
Page 551
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 551
Not analysed yet
ἀποκαλῇ, τὴν ἀσώματόν τε καὶ ἄφραστον γέννησιν ταῖς ὑπὲρ λόγον ἡμῖν κατασημαίνων ἐννοίαις. Β. Παντάπασι μὲν οὖν. Α. Ὁμοῦ τοιγαροῦν τοῖς πράγμασι καὶ τὰ ἑκατέρῳ πρέποντα νοητέον. Εὐθὺ γὰρ οὕτω τῆς ἀληθείας ἥξομεν, οὔτε τοῦ λόγου τὸ ὑψηλὸν εἰς τὸ ἀκλεὲς καταστρέφοντες διὰ τὴν σάρκα καὶ τὰ αὐτῆς, οὔτε τὰ σαρκός τε καὶ δι' αὐτήν, τῶν καθ' ἡμᾶς εἰσάπαν ἀνακομίζοντες διὰ τὴν οἰκονομίαν, διεκσῴζοντες δὲ μᾶλλον τῷ Μονογενεῖ τὸ ἀναλλοιώτως ἔχειν, τὸν αὐτὸν ὄντα γινώσκομεν καὶ πρὸ τῆς εἰς σάρκα συνδρομῆς καὶ ὅτε γέγονε σάρξ, εἰ καί τι τῶν ὅσα ἐστὶ σμικροπρεπέστερά τε καὶ ὑφειμένα λαλοῖτο περὶ αὐτοῦ διὰ τὸ ἀνθρώπινον. Β. Ἀλλ' εἰ μέλλοις ἅπαντα, φησί, κατὰ τὸ αὐτῷ σοι δοκοῦν περιτρέπειν εἰς οἰκονομίαν τὴν μετὰ σαρκός, διὰ ποίων ἔτι τὴν τοῦ Λόγου φύσιν ὅ τί ποτέ ἐστιν εὑρήσομεν; Α. Οὐκοῦν, ὦ γενναῖε, φαίην ἂν ἤδη σοι καὶ αὐτὸς ἐγώ· εἰ δὴ μέλλοις ἅπαντα περιτρέπειν εἰς τὸ ὅ τί ποτέ ἐστιν ἡ τοῦ Λόγου φύσις, διερμηνεῦσαι δεῖν, ὅτι γέγονεν ἄνθρωπος, πῶς ἂν εἰδείης ἢ πόθεν; Οὐ γὰρ τοῖς τῆς θεότητος ἰδιώμασιν ἐκμάθοι τις ἂν τὰ ἀνθρώπινα. Τὸ δὲ ἀσυγκρίτως ὑπερτεροῦν, καὶ ὅλῃ τῇ φύσει διενεγκεῖν ἀνενδοιάστως πεπιστευμένον, πῶς ἄν, εἰπέ μοι, τὴν τῶν οὕτω μειονεκτουμένων ἐμποιήσαι δήλωσιν; Τὸ δὲ δὴ διειδέναι μὲν εὖ μάλα καὶ σαφῶς ὅτι Θεὸς ἦν ὁ Λόγος, μὴ μὴν ὅτι καὶ γέγονεν ἄνθρωπος, οὐκ ἂν ἀποχρῶσαν ἔχοι τὴν ὄνησιν· ἀλλ' εἰ προσκέοιτο τῷ πρώτῳ καὶ ἡ θατέρου πίστις, ἄρτιοι πρὸς σύνεσιν εἶεν ἂν οἱ πεπιστευκότες. Καὶ γοῦν ὁ σοφὸς καὶ θεηγόρος Ἰωάννης, «Τίς ἐστι, φησίν, ὁ νικῶν τὸν κόσμον, εἰ μὴ ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ;» Ὄνομα γὰρ καινὸν τῷ Λόγῳ τὸ Ἰησοῦς, καὶ τῇ τῆς σαρκὸς γενέσει σύνδρομον. Προφητικὸν δὲ ἡμῖν χρησμῴδημα πάλιν ἐπαγωνιεῖται, λέγον· «Καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ τὸ καινὸν ὃ ὁ Κύριος ὀνομάσει αὐτό.» Οὐ γὰρ, ὦ φιλότης, ὁ Γαβριὴλ τῇ Παρθένῳ τὴν τοῦ Θεοῦ καὶ Πατρὸς ἐπὶ τούτῳ θέλησιν ἐμφανῆ καθίστη λέγων· «Μὴ φοβοῦ, Μαριάμ· ἰδοὺ γὰρ συλλήψῃ ἐν γαστρὶ καὶ τέξεις υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν;» Β. Ἀληθές. Α. Ἀνθότου δὴ οὖν (πυθοίμην γὰρ ἂν ὡς ἥδιστά σου) τὸ χρῆναι νοεῖν μεθέντες ὀρθῶς, καὶ τὸ ὡς ἔνι μάλιστα σοφῶς καὶ ἀτέχνως τῇ τῶν ἱερῶν εἰδήσει Γραμμάτων προσφέρεσθαι διαπτύσαντες, τοῖς εὐπαραφόροις ἐν ἴσῳ δόναξιν ἐς τὸ ἀεὶ προσωθοῦν εὐκόλως μετακεκλίμεθα, καίτοι τοῦ μακαρίου Παύλου διακεκραγότος ὡδί· «