Ancient Greek
Page 564
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 564
Not analysed yet
μήνυσιν ἐναργῆ τοῖς φιλομαθέσι παρατιθείς, «Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι, φησίν, εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις πιστεύετε.» Ὁτὲ δὲ αὖ· «Ὁ δὲ Πατὴρ ὁ ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα αὐτός.» Οὐ γὰρ δὴ χρῆναι πρέπειν τοῖς τῆς ἀνθρωπότητος μέτροις τὰ θεοπρεπῶς εἰργασμένα διενοεῖτό που, τῇ δέ γε ἀρρήτῳ καὶ ὑπὲρ νοῦν ἀνετίθει φύσει· διά τοι τοῦτό φησι· «Κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύετε.» Τὰ γάρ τοι θεοπρεπῶς καὶ ὑπὲρ λόγον ἐξειργασμένα τοῖς τῆς κενώσεως μέτροις ἐμφιλοχωρεῖν οὐκ ἐᾷ τὴν ἐπ' αὐτῷ δόξαν τε καὶ πίστιν, αἴρεται δὲ ὥσπερ ὑψοῦ, καὶ ἄνθρωπος μὲν οὔτι που ψιλός, Θεὸς δὲ ἔτι καὶ ἐκ Θεοῦ γινώσκεται. Ἦ οὐκ ἀληθὲς ὅ φημι; Β. Πάνυ μὲν οὖν. Α. Ἀλλά με μικροῦ καὶ τόδε παριππεῦσαν ᾤχετο. Β. Τὸ ποῖόν τι φής; Α. Τὸ παροισθὲν ἀρτίως τοῦ Παύλου λόγιον, ἐν ᾧ καὶ μάλα σαφὴς ἡ δίδαξις ἦν ὡς διὰ τοῦ ἁγίου Πνεύματος ἡ παρὰ Πατρὸς ζωοποίησις ἔν τε αὐτῷ τῷ Χριστῷ καὶ ἐν ἡμῖν ἐκπράττεται. Ἔφη γὰρ ὅτι «Εἰ δὲ τὸ Πνεῦμα τοῦ ἐγείραντος ἐκ νεκρῶν Ἰησοῦν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας ἐκ νεκρῶν Ἰησοῦν Χριστὸν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν.» Διὰ Πνεύματος οὖν ἄρα ζωοποιὸς ὁ Πατήρ, οὐχ ὡς διὰ κτίσματος ζωογονῶν τὴν κτίσιν, ἀλλ' ὡς ἐν μεθέξει φύσεως τῆς ἰδίας εἰς τὴν ἑαυτοῦ μεταπλάττων ζωὴν τὸ ζωὴν οὐκ ἔχον ἐν ἰδίᾳ φύσει. Δοτὸν γάρ που φαῖεν ἄν, οἶδ' ὅτι, τῇ κτίσει τὸ ζῇν. Β. Φαῖεν γὰρ ἄν, ἐρήσεται δὲ καὶ πρὸς ἡμῶν αὐτῇ· «Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες;» Α. Ζωοποιὸν οὖν ἄρα τὸ Πνεῦμα τὸ ἅγιον, οὗ καὶ λαχόντες τὴν μέθεξιν, Θεοῦ τοῦ μόνου καὶ ἀληθινοῦ μετελάχομεν ὡς ζωῆς. Β. Σύμφημι. Φρονεῖς γὰρ ὀρθῶς, ἐπείτοι καὶ ἐν ἡμῖν αὐτοῖς τὴν Θεοῦ μέθεξίν τε καὶ παρουσίαν τὸ Πνεῦμα πληροῖ. Διαμεμνήσομαι γὰρ Ἰωάννου γράφοντος ὡδί· «Ἐκ τούτου γινώσκομεν ὅτι ἐν ἡμῖν ἐστιν ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ ἔδωκεν ἡμῖν.» Α. Ἄθρει δὴ οὖν, ὦ ἑταῖρε, τοῦ θείου τε καὶ ζωοποιοῦ Πνεύματος χορηγὸν καὶ δοτῆρα, τὸν ἐκ Θεοῦ πεφηνότα Υἱόν. Ἐνεφύσησε γὰρ τοῖς μαθηταῖς αὐτοῦ λέγων· «Λάβετε Πνεῦμα ἅγιον.» Εἶτα πῶς οὐκ ἂν γένοιτο τῶν λίαν ἀπηχεστάτων ζωῆς ὑπάρχειν χορηγὸν τὸν οὐκ ὄντα ζωήν, εἴπερ ἐστὶν ἀληθῶς ἐν τοῖς ἐπακτὸν ἔχουσι τὴν ζωὴν κατά γε τὸ ἐκείνοις οὐκ οἶδ' ὅπως δοκοῦν; Καίτοι τί δήποτε, φαίην ἂν εἰκότως, εἴπερ ἐστὶν οὐ ζωή, ὡς ἴδιον ἀγαθὸν ἐνίησί