Ancient Greek
Page 575
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 575
Not analysed yet
ἐπ' ἀμφοῖν δοκιμάζετε, καίτοι παντός, οἶμαι, λόγου σοφοῦ τε καὶ ἀναγκαίου τὰς πρὸς ἄλληλα συγκρίσεις ἀπονέμοντος πράττεσθαί τε πρεπωδέστερον ἀναπείθοντος τοῖς ὁμοφυέσι πρὸς τὰ ὁμοφυῆ, καὶ ὅσαπερ ἂν φαίνοιτο ταὐτὰ κατ' οὐσίαν, ἤγουν κατ' οὐδένα τρόπον ἐκσεσοβημένα πρὸς τὸ ἑτέρως ἔχειν; Χρῆμα μὲν γὰρ λογικὸν ἄγγελός τε καὶ ἄνθρωπος· πλὴν ἔστι τις ἐν ἀμφοῖν ἡ διαφορὰ καὶ τὴν εἰσάπαν οὐκ ἔχει πρὸς ἄλληλα συνδρομήν. Ὅταν τοίνυν ὁ τῆς τῶν ἀγγέλων εὐκλείας καὶ ὑπεροχῆς βασανίζηται λόγος, ἄγγελον ἀγγέλῳ παραβλητέον. Εἰ δὲ δή τις καὶ ἐφ' ἡμῶν τοῦτο δρῴη, καλῶς Παῦλος μὲν τοῦ δεῖνος διοίσει τυχόν, Πέτρος δὲ αὖ ἑτέρου του τῶν καθ' ἑαυτόν. Θεὸς δὲ ὁ πάντων καὶ ἐπὶ πάντας ἀπαράβλητόν τι χρῆμα καὶ ἀσυγκρίτως ὑπερτεροῦν καὶ ἐπεί τοι πάντων ἐστὶν ἀνωτάτω καὶ εἰς λῆξιν ἀναφοιτᾷ, τοῖς πεποιημένοις ἀστιβῆ καὶ ἀνέμβατον, ποῖον ἂν ἔχοι τὸ παρεπόμενον καὶ ἀγχοῦ καὶ παραβραχὺ καὶ εἰς τοῦτο ἧκον ἤδη πως ὡς ἁμιλλᾶσθαι κατατολμᾶν καὶ ὅτι μὴ μεῖον ἀμφιγνοεῖσθαι λοιπόν; Ἦ οὐ δοκεῖ σοι γέλωτά τε ὄφλειν καὶ νοῦ παρολισθεῖν ἀγαθοῦ καὶ μὴν καὶ ὀρθῆς ἐκσεσοβῆσθαι φρενός, εἴ τι τῶν ἐν κτίσμασι κατηριθμημένων κατατολμῴη λέγειν· Ὁ πάντων Θεὸς καὶ Πατὴρ μείζων μού ἐστι; Τίσιν ἄν, εἰπέ μοι, τῶν ὄντων αὐτὸς τὴν οὕτω θρασεῖαν καὶ σφαλερωτάτην ἐφαρμόσαις φωνήν; Ἀγγέλοις ἄρα καὶ Ἀρχαγγέλοις, ἤγουν Ἐξουσίαις, Θρόνοις τε καὶ Κυριότησι; Πῶς γὰρ ἢ πόθεν τῷ οἰκείῳ δημιουργῷ φιλονεικήσει τὸ ποιηθέν; Ἀμαθέστατα τοιγαροῦν τὸ πάντη τε καὶ ὁλοτρόπως διεστηκὸς κατὰ φύσιν, εἴπερ οἴονται Θεὸν μὲν οὐκ εἶναι κατ' ἀλήθειαν τὸν Υἱόν, παρῆχθαι δὲ μᾶλλον γενητῶς εἰς ὕπαρξιν, ἀντιπαρεξάγουσι τῷ Πατρὶ καὶ τὸ ἴσον ἢ μεῖον ἐπ' ἀμφοῖν βασανίζουσιν. Β. Ἔοικε. Φασὶ δ' οὖν ὅμως ὅτι Θεὸς μέν ἐστιν ὁ Υἱός, μείζων δὲ ὁ Πατήρ. Α. Εἶτα ποῦ τὸ μεῖζον ἐν τῷ Πατρὶ καὶ μέντοι τὸ μεῖον ἐν τῷ Υἱῷ καταθρήσαιμεν ἄν, εἰ τὴν τοῦ Θεοῦ φύσιν, ἥτις ποτέ ἐστιν, ὡς ἔνι κατοπτριζοίμεθα; Ἦ οὐχὶ τὸ Θεῖον ἐροῦσιν ἀσώματόν τι καὶ ἀναφές, ἄποσόν τε καὶ ἀναυξές, καὶ χρόνου παντὸς πρεσβύτερον, ἀεὶ ὂν καὶ ὡσαύτως ἔχον, αὐτό τε ἐν ἑαυτῷ καὶ ἐξ ἑαυτοῦ παντέλειον; Β. Οἶμαί γε. Α. Τίνα δὴ οὖν τρόπον ὑπερανεστήξοι τε καὶ ὑπερφέροιτο ἂν Θεὸς Θεοῦ; Ἦ οὐκ ἀνάγκη τὸ κατά τι γοῦν ὅλως μειονεκτούμενον τοῦ τῆς θεότητος ὅρου παρολισθεῖν, εἰ μήτε εἰς ἄκρον ἥκει τῶν τῆς θεότητος ἀγαθῶν, ἐν ἐνδείᾳ τε τοῦ τελείως ἔχοντος καταφωρᾶται πεσόν;