Ancient Greek
Page 577
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 577
Not analysed yet
Β. Ὡς ἄριστά μοι ταυτὶ διεσκέφθαι δοκεῖς. Α. Ὑποφέρει τοίνυν τοῖς τῆς θεότητος σκήπτροις καὶ ζυγῷ δουλείας ἐγκαταδεσμεῖ πᾶν ὅσον ἐστὶ τελοῦν ἐν κτίσμασιν ὁ θεσπέσιος Μελῳδός, φιλοθέως σφόδρα καὶ ὀρθότατα τοῦτο δρῶν. Ἔφη γάρ που πρὸς τὸν τῶν ὅλων γενεσιουργόν· «Κατ' ἀρχὰς σύ, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί. Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις, καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς καὶ ἀλλαγήσονται, σὺ δὲ ὁ αὐτὸς εἶ καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν, ὅτι τὰ σύμπαντα δοῦλα σά.» Καὶ μὴν καὶ δοξολογίαις καταγεραίρειν αὐτὸν τούς τε οὐρανοὺς τῶν οὐρανῶν ἐπιτάττει, καὶ ἥλιον καὶ σελήνην, ἄστρα τε καὶ φῶς, ὕδωρ τε τὸ ὑπεράνω τῶν οὐρανῶν. Καὶ πρὸς μὲν ἀνθρώπους φησί· «Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ καὶ κλαύσωμεν ἐναντίον Κυρίου τοῦ ποιήσαντος ἡμᾶς, ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαὸς νομῆς αὐτοῦ καὶ πρόβατα χειρὸς αὐτοῦ.» Ἀγγέλων δὲ πέρι, καὶ τῶν ἔτι λειτουργίαν ἐχόντων τὴν ἀνωτέρω· «Εὐλογεῖτε τὸν Κύριον πάντες οἱ ἄγγελοι αὐτοῦ, λειτουργοὶ αὐτοῦ ποιοῦντες τὸ θέλημα αὐτοῦ. Εὐλογεῖτε τὸν Κύριον πάντα τὰ ἔργα αὐτοῦ.» Συνίης οὖν ὅπως τῷ τῆς δουλείας ζυγῷ τὰ σύμπαντα καθειργνύς, πρόβατα μὲν χειρὸς αὐτοῦ κατωνόμασε τοὺς ἐπὶ τῆς γῆς, ᾠδοὺς δὲ καὶ λειτουργοὺς παρίστησι τοὺς ἀγγέλους; Β. Συνίημι. Α. Ἄθρει δὴ οὖν τὰ πρόβατα τῆς χειρὸς τοῦ Θεοῦ καὶ Πατρὸς ἴδια λέγοντα τὸν Υἱὸν καὶ ζυγὸν ἡμῖν ἐπιτιθέντα δουλείας. Ἔφη γὰρ ὧδε· «Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούουσι, κἀγὼ γινώσκω αὐτά, καὶ ἀκολουθοῦσί μοι· κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου. Ὁ Πατήρ μου, ὃς δέδωκέ μοι, πάντων μείζων ἐστί, καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ Πατρός μου. Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.» Πρόβατα τοίνυν ἡμεῖς τοῦ Θεοῦ καὶ Πατρός, οὐδὲν δὲ ἧττον καὶ τοῦ Υἱοῦ διακεκλήμεθα καὶ ἐσμέν. Καὶ μὴν ὅτι καὶ ἄγγελοι λειτουργοῦσιν αὐτῷ, εὐκόλως ἂν μάθοις ἐξ ἱερῶν καὶ τοῦτο Γραμμάτων. Ὁ σοφὸς γὰρ ἔφη Ματθαῖος, ὡς ἀποδράντος τε ἤδη καὶ οἰχομένου πρὸς τὸ μηδὲν τοῦ πειράζοντος Σατανᾶ νενηστευκότα Χριστόν, «Ἰδοὺ ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ.» Καὶ μὴν καὶ ἐν κύκλῳ τὸν ὑπερφυᾶ τε καὶ ἐπηρμένον αὐτοῦ περιεστᾶσι θρόνον δοξολογοῦντα τὰ Σεραφίμ, ἅγιόν