Ancient Greek
Page 580
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 580
Not analysed yet
Γράφει γὰρ ὡδί· «Ὡς ἀετὸς σκεπάσαι νοσσιὰν ἑαυτοῦ, διεὶς τὰς πτέρυγας αὐτοῦ, ἐδέξατο αὐτοὺς καὶ ἀνέλαβεν αὐτοὺς ἐπὶ τῶν μεταφρένων αὐτοῦ.» Ἐνηργηκέναι γε μὴν αὐτὸ δὴ τουτὶ διισχυρίζεται λέγων ὁ Υἱός· «Ἱερουσαλήμ, Ἱερουσαλήμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέρυγας καὶ οὐκ ἠθελήσατε; Ἰδοῦ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος.» Καὶ οὐ δή τι δρῶντες τῶν ἀβουλοτάτων παρωσόμεθα μὲν ὡς ἀεργῆ τὸν Πατέρα, μόνῳ δὲ ὅτι προσήκοι τῷ Υἱῷ τὴν ἐπὶ τῷδε δόξαν ἑλεῖν, ἄριστα ἔχειν ἐροῦμεν. Ἀλλ' ὅτι τὸ ἐπ' ἀμφοῖν ὁλοτρόπως ἰσοστατοῦν καὶ τὸ ἐν οὐσίᾳ ταὐτὸν καὶ μὴν ὅτι μονοειδές τέ ἐστι καὶ ἐν ἁπλοῖς τὸ Θεῖον, ἐνεργὸν ἡμῖν δι' Υἱοῦ τὸν Πατέρα καὶ Θεὸν ἐφῆκε νοεῖν, ὑποψίας ἁπάσης τῆς ὡς ἐν ὑφέσει τῇ ὑπουργικῇ νοουμένης ἰούσης ὡς ἀπωτάτω καὶ ἀδικούσης οὐδὲν εἴς γε τὸν ἰσότητός τε καὶ εὐκλείας τρόπον, τὸν ἐκ Θεοῦ Πατρὸς πεφηνότα Λόγον. Ἐνεργεῖ γὰρ ὁ Πατὴρ ὡς ἰδίᾳ δυνάμει χρώμενος τῷ Υἱῷ, ζώσῃ τε καὶ παρ' αὐτὸν οὐχ ἑτέρᾳ, κατά γε τὸ εἶναι Θεὸν ἐκ Θεοῦ καὶ ἐν Θεῷ φυσικῶς, εἰ καὶ μέτεστιν ἑκατέρῳ τὸ γοῦν ἐν ὑπάρξει νοεῖσθαι τῇ καθ' ἑαυτόν. Β. Εὖ λέγεις. Α. Ὅτι δὲ φύσει τε καὶ ἐξουσίᾳ καὶ ἐνεργείᾳ θεοπρεπεῖ τῇ κατὰ πᾶν ὁτιοῦν οὐδαμόθεν ἂν καταδεᾶ κατοψόμεθα τὸν Υἱὸν ἢ ὥσπερ ἂν ἔχειν νοοῖτο καὶ ὁ Πατήρ, ἀναμάθοις ἄν, οἶμαί που, κἀκ τῶνδε ῥᾳδίως. Διὰ μὲν γὰρ τῆς Ἡσαΐου φωνῆς ὁ Θεὸς ἔφασκε καὶ Πατήρ· «Ἐπιστράφητε πρός με, καὶ σωθήσεσθε, οἱ ἀπ' ἐσχάτου τῆς γῆς. Ἐγώ εἰμι ὁ Θεὸς καὶ οὐκ ἔστιν ἄλλος. Κατ' ἐμαυτοῦ ὀμνύω, εἰ μὴν ἐξελεύσεται ἐκ τοῦ στόματός μου δικαιοσύνη, οἱ λόγοι μου οὐκ ἀποστραφήσονται.» Τὸ δὲ δὴ λαμπρὸν αὔχημα τοῦ Πατρός, τὸ καὶ καλεῖν δύνασθαι καὶ ἀνασώζειν φημὶ τοὺς ἀπ' ἐσχάτου τῆς γῆς, καὶ λαλεῖν μὲν τὴν δικαιοσύνην, εὐσθενῆ δὲ οὕτω καὶ ἀποστροφῆς ἀμείνω διακεκτῆσθαι τὸν λόγον, περιθείης ἂν ἑτέρῳ τῳ παρ' αὐτόν, εἰπέ μοι; Β. Οὐκ ἔγωγε· μόνῳ γὰρ ἂν πρέποι Θεῷ τὰ ἰδικῶς αὐτοῦ τε καὶ μόνου. Α. Εἰ δὲ δὴ τοῖς ἴσοις αὐχήμασι καὶ ἡ τοῦ Υἱοῦ κατακαλλύνοιτο φύσις, καὶ ἰσομοιροῦσαν ἔχοι τὴν δόξαν, ἆρα ἂν ἔτι τὸ μεῖον αὐτῷ πρέποι ἄν, ὦ 'γαθέ, κατά τι γοῦν ὅλως; Β. Οὐδαμῶς. Α. Πεύσῃ τοιγαροῦν βοῶντος ἀναφανδόν· «Δεῦτε πρός