Ancient Greek
Page 585
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 585
Not analysed yet
ἐσχάτοις, ὅτε καὶ ὑποταχθήσεται τῷ Πατρί, καὶ νυνί που πάντως ἐστὶν ἐν ἀμείνοσιν, ὅτε κεκενῶσθαι λέγεται καὶ τεταπείνωκεν ἑαυτόν. Εἰ δὲ δὴ τοῦτο παρέντες ὡς ἀμαθές, ἐπί τι τῶν ἀμεινόνων ἐροῦσιν ἔσεσθαι τὴν μεταβολήν, ἀνθότου λοιπὸν καταφλυαρεῖν ἐγνώκασι τῆς ὑποταγῆς καὶ τὸ μεῖον αὐτῆς ὡς ἐν Υἱῷ καταγράφουσι, καίτοι τιθείσης ἐν τοῖς ἀνωτέρω καὶ ἀμείνοσι τὸν νῦν ἐν ἰσότητι τοῦ Πατρός; «Οὐ γὰρ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ,» κατὰ τὸ γεγραμμένον, «ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών.» Ἦ οὐκ ἄριστά σοι ταυτὶ δὴ φάναι δοκῶ; Β. Ἀστειότατά γε. Α. Ἠρρωστηκότες δὴ οὖν πανταχόθεν αὐτοῖς τὸ ἄχαρί τε καὶ ἀκαλλὲς τοῦ λόγου, φέρε λοιπὸν ἴωμεν ἐπὶ τὸ ἀπημάντως ἔχον, οὐχὶ τῆς οὐσίας τοῦ Μονογενοῦς κατηγοροῦντες τὸ μεῖον διὰ τὴν θρυλλουμένην ὑποταγήν, ἣν καὶ ἐν ἐσχάτοις καιροῖς ἔσεσθαί φησιν ὁ θεσπέσιος Παῦλος, ἐκεῖνο δὲ μᾶλλον περινοοῦντες εὐσεβῶς. Β. Τὸ ποῖον; Α. Οὐ γάρ, οἶμαι, φαίη τις ἂν ἀπονοσφίζεσθαί ποι καὶ ἀποφοιτᾶν εἰς ἰδίαν τινὰ θέλησιν παρά γε τὴν τοῦ Πατρὸς τὸν Υἱόν, ἀπονεῦσαι δὲ ὥσπερ εἰς τὸ ἔξω φέρεσθαι δοκεῖν τοῦ ἁνδάνοντος αὐτῷ· εἶναι δὲ μᾶλλον ὑποτοπήσειεν ἂν εἰκότως ὁμογνώμονά τε καὶ συνεθελητήν, ἅτε δὴ καὶ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ κατὰ φύσιν ὄντα τε καὶ νοούμενον. Ἵνα γὰρ φαίνηται τιμῶν τὸν Πατέρα καὶ τὸν ἐξ οὗπέρ ἐστι γεννητῶς ταῖς εἰς λῆξιν καὶ ἀνωτάτω στεφανῶν εὐφημίαις, ποτὲ μέν φησι· «Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἐζήτησας, σῶμα δὲ κατηρτίσω μοι· τότε εἶπον· Ἰδοὺ ἥκω· ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ τοῦ ποιῆσαι, ὁ Θεὸς, τὸ θέλημά σου·» ποτὲ δὲ αὖ ὅτι «Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με.» Ἰδοὺ γάρ, ἰδοὺ καὶ μάλα σαφῶς, καθικέσθαι φησὶν ἐξ οὐρανῶν, ἔχειν δὲ οὕτω περί γε τὸ δεῖν ἀποπεραίνειν ἐθελουσίως τὸ δοκοῦν τῷ γεγεννηκότι, ὡς εἴπερ ἦν ὅλως τῶν ἐνδεχομένων εἰς ἑτερότητα θελημάτων ἀποχωρεῖν αὐτόν, ἀλογῆσαι μὲν τῶν ἰδίων, μεταποιεῖσθαι δὲ μᾶλλον τῶν τοῦ Πατρός; Ἔχων δὲ οὕτω σκοποῦ τε καὶ γνώμης, ἆρα ἄν τῳ δόξειε παραιτεῖσθαι μὲν ὡς δυσκλεὲς τὸ ὑποτετάχθαι δοκεῖν, ἀποσείεσθαι δὲ τὸ πρὸς πᾶν ὁτιοῦν συνεθέλειν αὐτῷ; Β. Ἥκιστά γε. Α. Οὐκοῦν ὁ καὶ νῦν ὁμογνώμων τε καὶ συνεθελητὴς τῷ γεγεννηκότι, μᾶλλον δὲ ἡ βουλὴ καὶ ἡ θέλησις τοῦ