Ancient Greek
Page 587
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 587
Not analysed yet
Α. Ἰσότητος μὲν οὖν, οἶμαι, πέρι, καὶ μὴν ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας παράδειξις ἐναργὴς καὶ οἱονεί τι σήμαντρον ἀκριβὲς ἡ τοῦ Υἱοῦ φύσις, ἀποχρῶν ἡμῖν εὖ μάλα καὶ σαφὴς ἐξείργασται λόγος. Τὰ γάρ τοι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ἰδικῶς ἐξαίρετα δέδειχεν ὄντα τοῦ Υἱοῦ, μᾶλλον δὲ πᾶν ὅπερ ἂν λέγοιτο τοῦ Πατρὸς ἴδιον φυσικῶς τοῦτο ἀπέφηνεν ὄντα τὸν Υἱόν. Οἴει δὴ οὖν, ὦ Ἑρμεία, τοῖς ἑτέρου τυχὸν ἰδιώμασιν ὡς ἰδίοις ἄν ποτε διαπρέπειν δύνασθαι τὸ μηδαμόθεν αὐτῷ φυσικῶς ἑνούμενον, διαμοιρηθὲν δὲ ὥσπερ εἰς ἔκφυλον ἑτερότητα; Β. Πῶς λέγεις; Α. Οὐ γὰρ ἕκαστον τῶν ὄντων λόγῳ μὲν φύσεως ἰδίῳ κατασημαίνεται, ταὐτότητα δὲ τὴν εἰσάπαν διαδιδράσκον ὁρᾶται πρὸς τὰ λοιπά, κἂν εἰ μετεῖναί τι λέγοιτο κοινὸν αὐτοῖς; Ζῷον μὲν γὰρ ἄνθρωπός τε καὶ ἵππος, ἀλλ' ἐφ' ἑκάστῳ τις ἕτερος διέρπει λόγος, ἀποτειχίζων αὐτὸ τῶν ἄλλων, καὶ ἀσύμβατον ἀποφαίνων τὴν εἰς ταὐτότητα συνδρομήν, τὴν εἰσάπαν δὴ λέγω καὶ ὁλοσχερῶς. Ἴδιος γάρ τις ἀνθρώπου λόγος, βοός τε καὶ ἵππου. Εἰ δὲ δή τις ἐξέλοι τὸ μεσολαβοῦν καὶ τοὺς τῆς οὐσιώδους διαφορᾶς ἀποστήσας λόγους, τὰ τῆς ἀνθρώπου φύσεως ἴδιά τε καὶ πάντα περιθείη τοῖς ἄλλοις, ἆρ' οὐκ ἀνθρώπου φύσιν ἡμῖν ὁριεῖ καὶ ἕτερον οὐδὲν ἔσται τὸ δηλούμενον; Β. Ἀληθές. Α. Οὐκ οὖν ἀμαθές, μᾶλλον δὲ ἤδη πως καὶ ἀμήχανόν ἐστιν ὁλοτρόπως δύνασθαι τοῖς ἑτέρου τυχὸν ἰδιώμασι διαγινώσκεσθαί τι καὶ οὐκ εἶναι νομίζειν αὐτὸ τοῦθ' ὅπερ ἐκεῖνο κατὰ φύσιν ἐστὶν οὗ καὶ τοῖς ἰδιώμασιν ἐπιγινώσκεται;