Ancient Greek
Page 599
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 599
Not analysed yet
Ἀλλ' εἰ μόνῳ, φασί, τῷ γε ὄντι φύσει τε καὶ κατὰ ἀλήθειαν Θεῷ τὸ ἁγιάζειν δύνασθαι προσὸν ὁρῷτο καὶ πρέποι, τούτου δὲ πέφηνεν ἐνεργὸς ὁ Υἱός, τὸ ἀποσοβοῦν οὐδὲν ὅτι καὶ Θεὸς κατὰ φύσιν ἐστὶ διαρρήδην ὁμολογεῖν· καὶ εἰ τοῦτο συγχωρήσαιμεν, Θεῷ δὲ τῷ κατὰ φύσιν τῶν ἀγαθῶν ἐνδεῖ μηδενός, τί μαθὼν ὁ καθ' ὑμᾶς Υἱὸς καὶ Θεὸς δόξης τε καὶ βασιλείας καὶ κυριότητος τὴν οἰκείαν ἐπιδεᾶ παρέδειξε φύσιν; Ἔφη γάρ που πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα· «Πάτερ, ἐλήλυθεν ἡ ὥρα, δόξασόν σου τὸν Υἱόν, ἵνα καὶ ὁ Υἱός σου δοξάσῃ σε· καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός, ἵνα πᾶν ὃ δέδωκας αὐτῷ, δώσει αὐτοῖς ζωὴν αἰώνιον. Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς· τὸ ἔργον ἐτελείωσα ὃ δέδωκάς μοι ἵνα ποιήσω· καὶ νῦν δόξασόν με σύ, Πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις οὓς δέδωκάς μοι ἐκ τοῦ κόσμου. Σοὶ ἦσαν, καὶ ἐμοὶ αὐτοὺς ἔδωκας, καὶ τὸν λόγον σου ἐτήρησαν. Νῦν ἔγνωσαν ὅτι πάντα ὅσα δέδωκάς μοι παρὰ σοῦ εἰσιν, ὅτι τὰ ῥήματα ἃ δέδωκάς μοι δέδωκα αὐτοῖς, καὶ αὐτοὶ ἔλαβον, καὶ ἔγνωσαν ἀληθῶς ὅτι παρὰ σοῦ ἐξῆλθον, καὶ ἐπίστευσαν ὅτι σύ με ἀπέστειλας.» Ἔφη δὲ καὶ ὁ Λουκᾶς ἐν τῇ τῶν Πράξεων συγγραφῇ ὡς ἐκ προσώπου τοῦ Πέτρου· «Ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ ὅτι καὶ Κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ Θεός.» Συνίης οὖν ὅτι πανταχῇ δίδωσι μὲν ὁ Πατὴρ δόξαν τε καὶ κυριότητα, δέχεται δὲ καὶ μάλα ἀσμένως ὁ Υἱός; Ἀλλ' εἰ τοιοῖσδέ τισι καταπαίειν ἡμᾶς ἀποτολμῷεν λόγοις, προσείροντές που καὶ ἕτερα, τίς ἂν γένοιτο διεκδρομὴ καὶ ἀπόνευσις τοῦ κακοῦ, τοῖσγε ὡς ἄριστα φρονεῖν ᾑρημένοις; Α. «Ὁ πραῢς ἔστω μαχητής,» ἱερὸς καὶ θεῖος ἡμῖν ὑποπεφώνηκε λόγος. Δεῖν δὲ ἔγωγέ φημι ταῖς τῶν ἐναντίων ἀντιφέρεσθαι δόξαις, κατορρωδοῦντας οὐδέν. Θεὸς γὰρ ὁ ἐνεργῶν ἐν ἡμῖν, καὶ ῥῆμα μὲν γλώτταις ἐνιείς, ἀπευθύνων δὲ πρὸς τὸ ἀκιβδήλως ἔχον τῶν εὐσεβούντων τὸν νοῦν· τὸ δὲ δὴ τῆς εὐθείας ἐξέρπειν ὁδοῦ καὶ παρακομίζεσθαί ποι πρὸς τὸ ἀκαλλὲς καὶ ἐκτετραμμένον μεταπεῖθον αὐτοὺς ἐκεῖνό ἐστιν. Β. Τὸ τί δὴ φῄς; Α. Τό, οἶμαι, παρέντας ὡς ἀσυντελὲς εἰς ὄνησιν τὸ εἰδέναι καιροὺς οἵπερ ἂν ἑκάστῳ πρέποιεν τῶν δρωμένων, ἀκατάσκεπτον ποιεῖσθαι τῶν λόγων τὴν ἐπιτήρησιν.