Ancient Greek
Page 616
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 616
Not analysed yet
οὐχ ἑτέρως τὰ τεχνουργούμενα πλὴν ὅτι διὰ χειρὸς τῆς ἰδίας, καὶ τῆς ἐνούσης αὐτοῖς ἀλκῆς τε ὁμοῦ καὶ τῆς εἰς ἔργα σοφίας, κατὰ τὸν αὐτόν, οἶμαι, λόγον ὁ Θεὸς καὶ Πατὴρ τὴν ἐφ' οἷς ἂν ἐθελήσειεν ἐνέργειαν δημιουργικὴν ὡς διὰ δυνάμεως ἰδίας ποιήσεται τοῦ Υἱοῦ. Καὶ γοῦν ὁ θεῖος Δαβίδ, ζῶσάν τε καὶ ἐνυπόστατον ἐνέργειάν τε καὶ δύναμιν τοῦ Πατρὸς εἰδὼς τὸν Υἱόν, κατηντιβόλει λέγων· «Ἔντειλαι, ὁ Θεός, τῇ δυνάμει σου· δυνάμωσον, ὁ Θεός, τοῦτο ὃ κατηρτίσω ἐν ἡμῖν.» Παῦλος δὲ ὁ σοφώτατος Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν ἀνεκεκράγει σαφῶς. Β. Οὐδ' ἂν αὐτοὶ φαῖεν ἄναλκιν εἶναι τὸν Υἱόν, ἀλλ' οὐδέ, ἐν ἴσῳ προφήταις καὶ ἀποστόλοις, ἑλεῖν ἐν χρόνῳ τὸ δύνασθαι κατὰ χάριν, λαβεῖν δὲ μᾶλλον αὐτῇ τῇ ὑπάρξει συγκαταβεβλημένον εὐθὺς τὸ πᾶν ὁτιοῦν δύνασθαι κατορθοῦν. Α. «Οἱ ἐχθροὶ ἡμῶν ἀνόητοι,» κατὰ τὸ γεγραμμένον. Ἀγνοεῖν γὰρ ἐοίκασι τὸ ζητούμενον. Πολυπραγμονεῖ δὲ ἡμῖν εἰς τὸ παρὸν ὁ λόγος οὐχὶ πηνίκα καὶ πῶς δέδωκεν ὁ Πατὴρ τὸ δύνασθαι τῷ Υἱῷ, ἀλλ' εἴπερ ὅλως δοτόν, καὶ οὐχὶ μᾶλλον ἐμπεφυκὸς οὐσιωδῶς αὐτῷ τὸ χρῆμά ἐστιν. Ὀνήσει γὰρ ἂν τὸ σύμπαν οὐδέν, εἴς γε τὸ ἀμωμήτως ἔχειν τὸ ὅσον ἐφ' ἑαυτῇ τὴν τοῦ Υἱοῦ φύσιν, τὸ καὶ ἐν ἀρχαῖς δεδόσθαι λέγειν αὐτῇ τὸ δύνασθαι παρὰ τοῦ Πατρός, ἐπείτοι τὸ δυσκλεὲς ἐν τῷ δεδεῆσθαι φαίνεται καὶ ἥκιστα μὲν ἔν γε τῷ μὴ ἐν ἀρχαῖς ἑλεῖν, ἀλλ' ἐν τῷ τι τῶν ὄντων εἰσποίητον ἔχειν. Δεῖ δὲ δὴ πάντως ἰσχύος ἐπιδεᾶ προαναφαντάζεσθαι τοῦ λαβεῖν τὴν τοῦ Υἱοῦ φύσιν καὶ δυνάμεσι μὲν οὐκ ἰδίαις, ὀθνείαις δὲ μᾶλλον εἰς τοῦτο ἠγμένην. Τί δὲ δὴ καὶ φαῖεν ἂν ἐρομένῳ τόδε; Β. Τὸ ποῖον; Α. Τὸ ὑπό του δυναμούμενον, αὐτὸ φαῖεν ἂν εἶναι τὸ δυναμοῦν ἢ παρ' ἐκεῖνο ἕτερον; Β. Ἕτερον, οἶμαί που. Α. Εἴπερ οὖν ἐνήργηκε, κατ' αὐτούς, ἐν Υἱῷ τὴν δύναμιν ὁ Θεὸς καὶ Πατήρ, αὐτὸς τὴν ἰδίαν ἰσχὺν ἁλώσεται δυναμῶν. Ἆρ' οὖν οὐχὶ γέλως ἂν εἴη πλατύς, μᾶλλον δὲ ἀποπληξία ταυτί; Β. Καὶ μάλα. Α. Ἑπόμενοι τοίνυν τῇ τῶν ἱερῶν πίστει Γραμμάτων καὶ οἱονεὶ τὴν ἐντριβῆ τοῖς σοφοῖς ἁμαξιτὸν διαστείχοντες, δύναμιν τοῦ Θεοῦ καὶ Πατρὸς αὐτὸν εἶναι λέγωμεν τὸν Υἱόν, ἀμέσως τε ἅμα καὶ προσεχῶς, δι' οὗ καὶ ἐν ᾧ τὴν ἐπὶ πᾶσιν ἐνέργειαν ἀπόρρητον ἔχει καὶ διεπήξατο μὲν οὐρανοὺς καὶ τὰ ἐν αὐτοῖς, διιδρύσατο δὲ τὴν γῆν, παρήγαγε δὲ καὶ τὰ ὧν ἐστιν ὄχημα καὶ τροφὸς καὶ «ποιεῖ μὲν