Ancient Greek
Page 618
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 618
Not analysed yet
δὲ μόνῳ τὴν ἐφ' ἅπασι τοῖς δρωμένοις κατόρθωσιν τῷ Θεῷ καὶ Πατρί, λέγοντα· Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται δι' ἐμοῦ τε καὶ ἐν ἐμοί, καὶ μὴν καὶ οὓς θέλει ζωοποιεῖ; Ἀλλὰ τοῦτο μὲν οὔ φησιν· ἀναμέρος δὲ ὥσπερ ἀνατιθεὶς καὶ ταῖς ἑαυτοῦ δυνάμεσι τὸ δρᾶν ἀκωλύτως ἅπερ ἂν ἕλοιτο κατορθοῦν οὐ μεῖον ἢ ὁ Πατήρ, δέδειχεν ἐναργῶς ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ἐκπεφυκὼς καὶ ὑπάρχων ἰδιοσυστάτως, ἐπάγεται φυσικῶς τὸ κατὰ πᾶν ὁτιοῦν ἰσοσθενὲς καὶ ἰσοστατοῦν εἰς ἐνέργειαν. Οὐ γάρ τοι τοῖς καθ' ἡμᾶς τὰ πολὺ λίαν ἀνεστηκότα καὶ ὑπερκείμενα κανονίζοντες, ἀνύπαρκτον εἶναι δώσομεν, κατά γε τὸν ἴδιον λόγον, τὴν ἐν Θεῷ νοουμένην ἰσχύν, τουτέστι τὸν Υἱόν. Ἔστι γάρ, ἔστι ζῶσά τε καὶ ἐνυπόστατος, ἀνίσχουσα μὲν ἀπορρήτως καθάπερ ἀπὸ πηγῆς τοῦ ἰδίου Πατρός, τοῖς δὲ τῆς θεότητος ἰδιώμασιν οὐκ ἐπακτῶς, οὐσιωδῶς δὲ μᾶλλον ἐκπρεπής. Β. Εὖ λέγεις. Α. Ταύτῃτοι καὶ ὁ θεῖος μὲν ἔφη Μωσῆς· «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.» Οὐκ ἔκφυλον δὲ τοῦ Θεοῦ τὴν ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ δύναμιν, τουτέστι τὸν Υἱόν, ἐπιστάμενος ὁ μέγας ἔφη Δαβίδ· «Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν.» Ἦ οὐχ ἕτερος, κατά γε τὸ εἶναί φημι, καθ' ὑπόστασιν ἰδικὴν νοοῖτ' ἄν, εἰπέ μοι, παρά γε τὸν Πατέρα καὶ Θεὸν ὁ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ Λόγος; Β. Ἕτερός που πάντως. Ὑφέστηκε γὰρ ἰδικῶς, εἰ καὶ ἔστιν ὁμοούσιος. Α. Παρακομίζοντος οὖν εἰς τὸ εἶναι τὰ πάντα τοῦ Πατρὸς καὶ διαπηγνύντος τοὺς οὐρανούς, πῶς ὁ Λόγος ἐστὶν ὁ τῶνδε δημιουργός; Β. Φράσαις ἂν αὐτὸς γλιχομένῳ μοι μαθεῖν. Α. Καὶ μάλα. Πικρὸς δὲ ὁ λόγος καὶ πολὺ πρὸς ἰσχνότητα κατερρινημένος. Ἡ τῆς μιᾶς θεότητος φύσις ἐν ἁγίᾳ τε καὶ ὁμοουσίῳ Τριάδι γινώσκεται πρός τε ἡμῶν αὐτῶν καὶ τῶν ἁγίων ἀγγέλων. Καὶ ἔστι μὲν καθ' ὑπόστασιν ἰδικὴν παντέλειος ὁ Πατήρ, ὁμοίως δὲ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα ἀλλ' ἡ ἑνὸς τῶν ὠνομασμένων δημιουργικὴ θέλησις, ἐφ' ὅτῳπερ ἂν λέγοιτο γενέσθαι τυχόν, ἐνέργημα μὲν αὐτοῦ, πλὴν διὰ πάσης ἔρχεται τῆς θεότητος καὶ τῆς ὑπὲρ κτίσιν ἐστὶν οὐσίας ἀποτέλεσμα, κοινὸν μὲν ὥσπερ τι, πλὴν καὶ ἰδικῶς ἑκάστῳ προσώπῳ πρέπον, τὸ τοίνυν ἐκ μιᾶς φύσεως ἐνεργούμενον ὡς διὰ τριῶν ὑποστάσεων πρέποι ἂν καὶ ἰδικῶς ἑκάστῃ, παντελείως ἐχούσῃ καθ' ἑαυτήν. Ἐνεργεῖ τοιγαροῦν ὁ Πατήρ, ἀλλὰ δι' Υἱοῦ ἐν Πνεύματι· ἐνεργεῖ καὶ ὁ Υἱός,