Ancient Greek
Page 628
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 628
Not analysed yet
Τίς ἐστιν οὗτος ὁ Βασιλεὺς τῆς δόξης; Κύριος τῶν δυνάμεων αὐτός ἐστιν ὁ Βασιλεὺς τῆς δόξης.» Ἐπειδὴ γὰρ ἀνεβίω σκυλεύσας τὸν ᾅδην καὶ καταργήσας τὸν θάνατον ὁ Χριστός, ἀναθέοντι λοιπὸν εἰς τὸ ἄνω καὶ παλινδρομεῖν ἐθέλοντι πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα διοιγνύναι μὲν ᾗ τάχος αὐτῷ τὰς ἐν τοῖς οὐρανοῖς διεκελεύετο πύλας τὸ Πνεῦμά που πάντως τὸ ἐνηχοῦν ἐν αὐτοῖς καὶ ταῖς ἄνω δυνάμεσι τὸν ἐν σαρκὶ πεφηνότα Θεὸν παρεδείκνυ, λέγον· «Κύριος τῶν δυνάμεων αὐτός ἐστιν ὁ Βασιλεὺς τῆς δόξης.» Β. Ἄραρεν οὖν ὅτι προσκεκύνηκε μὲν ὡς ἄνθρωπος, καίτοι Θεὸς ὢν φύσει. Φαίης δ' ἂν ὅτι, καθάπερ ἐγᾦμαι, ὡς τοῖς τῆς ἀνθρωπότητος μέτροις ἐφαρμόσαιμεν ἂν τά γε εἰκότα φρονεῖν ᾑρημένοι καὶ τὸ μὴ εἰδέναι λέγειν αὐτὸν τὴν ἡμέραν καὶ τὴν ὥραν ἐκείνην. Α. Φαίην ἄν, ἴσθι τοι, κατερυθριάσας οὐδέν. Πλεῖστος γὰρ ὅσος ἡμᾶς οὐκ ἀβασανίστων ἐννοιῶν, μονονουχὶ καὶ ὀφρῦσιν αὐταῖς διανεύων ἐσμός, δυσχερείας ἁπάσης ἐψιλωμένην καὶ ἁμαξιτὸν ὥσπερ τινὰ διαστείχειν κελεύει τὴν ἐπὶ τῷδε δόξαν. Εἴη γὰρ ἄν, οἶμαί που, τοῖς τῆς κενώσεως μέτροις οὐκ ἀσύμβατον τὸ τῆς ἀγνοίας σμικροπρεπές, οὐχὶ τῆς τοῦ Λόγου φύσεως ἴδιον μειονέκτημα, καθὸ νοεῖται Λόγος καὶ σοφία τοῦ Πατρός. Ἦ γὰρ οὐχὶ ταυτὶ δή σοι δοκῶ καταθρῆσαι σοφῶς; Β. Πάνυ μὲν οὖν. Α. Τίς γὰρ ἡμᾶς βωμολόχος οὕτω καὶ δὴ καὶ πανούργως ἐξυφασμένος ἀναπείσειεν ἂν λόγος ἐννοεῖν ἑλέσθαι καὶ φρονεῖν ὡς ἠγνόηκέ τι τῶν ἐν Θεῷ κεκρυμμένων ὁ Μονογενής, εἴπερ ἐστὶν ἀληθῶς κατὰ τὰς Γραφὰς καὶ σοφία καὶ βουλὴ τοῦ Πατρός; Β. Ἀναπείσειεν ἂν οὐδεὶς τόν γε ἀληθῶς νουνεχῆ. Α. Οὐ γάρ, ὦ φιλότης, ψευδοεπήσειεν ἂν οὔτι που καὶ ὁ σοφὸς ἡμῖν γράφων Παῦλος· «Ὥσπερ γὰρ οὐδεὶς οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ, οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς ἔγνωκεν εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ.» Β. Παντάπασι μὲν οὖν. Α. Οἶδεν οὖν ἄρα τὸ Πνεῦμα τοῦ Θεοῦ τὰ ἐν αὐτῷ, καὶ οὐδὲν αὐτῷ κεκρυμμένον ἢ ἀσυμφανές; Β. Οἶδε· πῶς γὰρ οὔ; Α. Εἴπερ οὖν ἐστι τὸ Πνεῦμα τοῦ Πατρὸς ἴδιον τοῦ Υἱοῦ, πῶς ἀγνοήσει τι τῶν ἐν Θεῷ κεκρυμμένων, ἴδιον ἔχων αὐτὸς τὸ Πνεῦμα, τὸ πάντα εἰδὸς τὰ ἐν τῷ Πατρί, καίτοι λέγοντος ἀκούω σαφῶς τοῖς ἁγίοις ἀποστόλοις, «Ἔτι πολλὰ ἔχω ὑμῖν λέγειν, ἀλλ' οὐ δύνασθε βαστάζειν ἄρτι. Ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν· οὐ γὰρ λαλήσει