Ancient Greek
Page 641
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 641
Not analysed yet
τε καὶ λόγου τοῦ καθ' ἡμᾶς τὸ μέτρον ἡ περὶ τῆς θεότητος δόξα. Τοῖς δ' οὖν ὁρᾶν εἰθισμένοις, κἂν γοῦν ἐν ἐσόπτρῳ καὶ αἰνίγματι, καὶ γινώσκουσιν ἐκ μέρους, ἰσχναί πως ἀνίσχουσι τῆς θεοπτίας αὐγαί, τὸν τῆς διανοίας αἰθέρα περιαστράπτουσαι, καὶ πρὸς γνῶσιν αὐτοὺς ἀποφέρουσαι τὴν ἐνδεχομένην. Ἁπλῆ τοιγαροῦν καὶ ἀσύνθετος ἡ παντός ἐστιν ἐπέκεινα φύσις, ὑποστάσεων μὲν ἰδιότησι, προσώπων δὲ καὶ ὀνομάτων διαφοραῖς ἐξευρυνομένη, καὶ εἰς ἁγίαν ἰοῦσα Τριάδα, πλὴν ἑνότητι φυσικῇ καὶ τῇ κατὰ πᾶν ὁτιοῦν ἀπαραλλάκτῳ ταὐτότητι πρὸς ἕν τι συντρέχουσα, τὸ Θεὸς ὄνομά τε καὶ χρῆμα, ὥστε καὶ ἐν ἑκάστῳ τὴν ὅλην νοεῖσθαι φύσιν, μετὰ τοῦ προσεῖναι καὶ τὸ ἴδιον αὐτοῦ, δῆλον δὲ ὅτι τὸ καθ' ὑπόστασιν. Μένει γὰρ ἕκαστον τοῦθ' ὅπερ ἐστίν, ἑνώσει τῇ πρὸς τὰ ἕτερα φυσικῇ κἀκεῖνα πλουτοῦν ἐν ἰδίᾳ φύσει. Ἔστι γὰρ ὁ Πατὴρ ἔν τε τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, ὁμοίως δὲ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα ἔν τε τῷ Πατρὶ καὶ ἐν ἀλλήλοιν. Β. Καὶ τίς ἂν γένοιτο τούτων ἡ πίστις; Α. Τὸ Γράμμα τὸ ἱερόν, ἡ θεόπνευστος Γραφὴ σαφῶς καὶ ἠκριβωμένως ἑνοῦσα Θεῷ τὸ Πνεῦμα αὐτοῦ, καὶ οὐκ ἂν ἑτέρως ἐσομένην ἐν ἡμῖν τὴν τοῦ Θεοῦ μέθεξιν πλὴν ὅτι διὰ τοῦ ἁγίου Πνεύματος ἀναφανδὸν ἐκδιδάσκουσα. Καὶ γοῦν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς περὶ παντός, οἶμαι, πιστοῦ τε καὶ ἀγαθοῦ, «Ἐλευσόμεθα, φησίν, ἐγὼ καὶ ὁ Πατήρ, καὶ μονὴν παρ' αὐτῷ ποιησόμεθα·» καί, «Ἔν γε τούτῳ γινώσκομεν ὅτι ἐν ἡμῖν ἐστιν, ἐκ τοῦ Πνεύματος οὗ ἔδωκεν ἡμῖν.» Ἔνοικον γὰρ καὶ ἐνηυλισμένον καταπλουτοίη τις ἂν τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν οὐκ ἀλλότριόν τι καὶ διεσπασμένον οὐσιωδῶς αὐτοῦ τὸ Πνεῦμα λαβών, ἀλλὰ τὸ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ καὶ ἴδιον αὐτοῦ, καὶ τὴν ἴσην ὡς πρὸς αὐτὸν κυριότητα φοροῦν, οὕτω τε ὠνομασμένον, καὶ ὡς ἐν τάξει παραληφθὲν τοῦ Υἱοῦ διὰ ταὐτότητα φυσικήν. «Εἷς μὲν γὰρ Θεὸς ὁ Πατήρ, ἐξ οὗ τὰ πάντα· καὶ εἷς Κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα.» Ἑνὸς δὲ ὄντος Κυρίου, κατὰ τὰς Γραφάς, «ὁ Κύριος τὸ Πνεῦμά ἐστιν.» Ἢ οὐκ ἀληθὲς ὅ φημι; Β. Ναί. Γέγραπται γὰρ ὡδί. Α. Ἀκειρεκόμῃ δὲ ὄντι ποτὲ τῷ μακαρίῳ Σαμψὼν παρεῖναί τε καὶ συναθλεῖν τὸ Πνεῦμα λέγεται. Ἐπειδὴ δὲ ταῖς εἰς γύναιον ἡδοναῖς τὰ καθ' ἑαυτὸν ἐδίδου καὶ ἐψιλοῦτο σιδήρῳ τὴν κεφαλήν, ἀπέστη, φησί, Κύριος ἀπ' αὐτοῦ. Ἀναβήσεσθαι δὲ μέλλων εἰς οὐρανούς, προσπεφώνηκεν ὁ Χριστὸς τοῖς πιστεύουσιν εἰς αὐτόν· «Οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς· ἔρχομαι πρὸς ὑμᾶς.»