Ancient Greek
Page 647
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 647
Not analysed yet
ἐλεύθερόν τε καὶ βασιλικὸν τοῦ Πνεύματος ἀξίωμα κἀντεῦθεν ἰδεῖν. Περὶ μὲν γὰρ τῶν ἐν πίστει δικαιουμένων ὁ μέγας ἡμῖν ἔφη Παῦλος· «Τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν Θεοῦ; Θεὸς ὁ δικαιῶν· τίς ὁ κατακρίνων;» Ἀνάψας δὲ μόνῃ τῇ θείᾳ τε καὶ ὑπὲρ πάντα φύσει τὸ δικαιοῦν δύνασθαί τινας καὶ ἀπολέκτους ἀποτελεῖν, τῇ τοῦ Πνεύματος φύσει τε καὶ δόξῃ τὸ χρῆμα προσνέμει. Γράφει γὰρ πάλιν· «Καὶ ἦμεν τέκνα φύσει ὀργῆς, ὡς καὶ οἱ λοιποί· ἀλλ' ἀπελούσασθε, φησίν, ἀλλ' ἡγιάσθητε, ἀλλ' ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν.» Β. Ἆρ' οὖν ὡς Θεὸς δικαιοῖ τὸ Πνεῦμα τοὺς ἡμαρτηκότας; Α. Πάνυ μὲν οὖν, ὦ ἑταῖρε. Θεῷ γὰρ ἂν πρέποι καὶ μόνῳ παραβάσεών τε καὶ γραφῆς ἀπολύειν δύνασθαι τοὺς ἐνισχημένους, ἑτέρῳ γε μὴν τῶν ὄντων οὐδενί. Θεὸς δὲ καὶ ἐκ Θεοῦ κατὰ φύσιν τὸ Πνεῦμα δέδεικται μὲν ἤδη καὶ διὰ μακρῶν ἡμῖν λόγων, δειχθήσεται δὲ καὶ ἐσαῦθις, εἰ μή τις εἴην ἔν γε δὴ τούτῳ φορτικός. Β. Οὐκ ἂν γένοιο. Τὸ γάρ τοι βλέπον εἰς ὄνησιν οὐδαμόθεν ἂν ἔχοι τὸ λυπεῖν εἰδός, παρά γε τοῖς ἐπιεικεστέροις. Α. Ἄθεοι τοιγαροῦν καὶ ἐλπίδος ἁγιοπρεποῦς τητώμενοι διατελοῦσιν ἐν κόσμῳ, κατὰ τὰς Γραφάς, οἱ κτίσει λελατρευκότες παρὰ τὸν Κτίστην καὶ Ποιητήν. Β. Ὧδε ἔχει. Α. Νυνὶ δὲ γνόντες Θεόν, καὶ ἐγνωσμένοι παρὰ Θεοῦ, τὸν τῶν ὅλων Πατέρα καὶ Θεὸν ἐγνώκαμεν δι' Υἱοῦ ἐν Πνεύματι. Καὶ μάρτυς αὐτὸς ὁ Σωτὴρ ἡμῶν περὶ μὲν ἑαυτοῦ λέγων· «Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει, καὶ ἀκολουθοῦσί μοι, κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον· καὶ γινώσκω τὰ ἐμά, καὶ γινώσκουσί με τὰ ἐμά.» Περὶ δέ γε τοῦ Πνεύματος τοῖς ἁγίοις μαθηταῖς φησιν· «Ὅταν δὲ ἔλθῃ ὁ Παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ.» Ἆρ' οὖν οὐχὶ Θεὸς ἐναργῶς τὸ ὡς Θεὸς ἐγνωσμένον καὶ ἐν ἡμῖν οἰκοῦν, οὐχ ὡς κτίσμα καὶ γενητὸν καὶ δουλείᾳ τῇ καθ' ἡμᾶς ἐνεχόμενον, ἀλλ' ὡς ἐλεύθερον κατὰ φύσιν καὶ αὐτῆς ὑπάρχον τῆς ἀληθείας τὸ Πνεῦμα, μᾶλλον δὲ αὐτὴ καθ' ἕνωσιν τὴν πρὸς τὸν Υἱὸν ἡ ἀλήθεια· Τὸ γὰρ Πνεῦμά ἐστιν ἡ ἀλήθεια, κατὰ τὰς Γραφάς, ἀλήθεια δέ, ὁ Χριστός. Β. Ἡ πρὸς τὸν Υἱὸν οὖν ἄρα φυσικὴ ταὐτότης ὡς εἴη τὸ Πνεῦμα Θεὸς ἀπόχρη πρὸς ἀπόδειξιν καὶ πληροφορίαν ἡμῖν; Α. Ναί, εἴπερ ἑνὸς ὄντος Θεοῦ τοῦ Πατρὸς Θεός ἐστιν ὁ Υἱὸς καὶ ἑνὸς ὄντος Κυρίου τοῦ Υἱοῦ, Κυριός ἐστιν ὁ Πατήρ.