Ancient Greek
Page 650
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 650
Not analysed yet
διακεισόμεθα γὰρ οὐχ ὧδε ἔχειν· οἰηθέντων δέ τινων ἐκ πολλῆς ἄγαν ἠλιθιότητος καὶ δίχα τῆς ἄνωθεν ψήφου, σφίσι τε αὐτοῖς καὶ ἑτέροις δύνασθαι κατορθοῦν τὸ καὶ θρόνων ἐφικέσθαι βασιλικῶν, ἀρχῆς τε περιφανοῦς καὶ σκήπτρων κατάρχειν, ἑαυτῷ τὸ πάντων ἀνάπτει κράτος ὁ ὑπὲρ πάντα Θεὸς καὶ τοῖς παρ' αὐτοῦ θεσμοῖς καὶ νεύμασι τὴν σύμπασαν κτίσιν διοικουμένην ἐπιδεικνύς, Ἐγώ, φησίν, εἰμὶ Κύριος στερεῶν βροντήν, ἀνιεὶς δὲ τοῖς ἐν κόσμῳ πνευμάτων φοράς. Κτίζω γὰρ οὕτω τὸ πνεῦμα, καὶ σαφῆ ποιούμενος τὴν ἀνάρρησιν οὗπερ ἂν ἑλοίμην εἶναι Χριστοῦ, τουτέστι τοῦ πρὸς βασιλείαν καταχριομένου καὶ τὸ κρατεῖν λαγχάνοντος· οὐκ ἀνεθελήτως ἐμοί, ἐμοῖς δὲ προστάγμασιν ὄρθρος τε καὶ ὁμίχλη πράττεται, τουτέστι νὺξ καὶ ἡμέρα καὶ φῶς καὶ σκότος. Ἐπεὶ λεγόντων ἐκεῖνοι, τί τὸ κοινὸν βροντῇ καὶ ἁγίῳ Πνεύματι, τί δὲ ὄρθρῳ καὶ ὁμίχλῃ πρὸς τὸ ἐκ Θεοῦ τε καὶ ἐν Θεῷ. Ἆρ' οὐκ ἐναργὴς ὁ λόγος; Β. Ἔοικε. Τὸ γὰρ τῶν ὠνομασμένων ἀσυμφυὲς καὶ ἀσύμβατον κομιδῇ, τῆς ἐκείνων δόξης καταψηφιεῖται τὸ ἀκαλλές. Α. Πῶς δ' ἂν καὶ ἑτέρως κτίσμα τε καὶ γενητὸν ὑπάρχειν νοοῖτο, συνδημιουργοῦν τῷ μόνῳ Δημιουργῷ, καὶ τὴν ἔν γε τούτῳ δύναμίν τε καὶ ἐξουσίαν οὐκ ἔξωθεν ἐπακτόν, οὐδὲ παράσημον ἔχον ἢ παρ' ἑτέρου του πεπλουτηκός, ἀλλ' ἐξ ἑαυτοῦ καὶ ἰδίαν καὶ φυσικῶς; «Πνεῦμα γὰρ θεῖον τὸ ποιῆσάν με,» φησί· καίτοι τῶν ἱερῶν Γραμμάτων εἰληφέναι μὲν χοῦν ἀπὸ τῆς γῆς διϊσχυριζομένων τὸν Θεόν, καὶ οἱονεὶ ταῖς διὰ χειρῶν αὐτουργίαις ἐκτετιμηκότα τὸν ἄνθρωπον, εἴπερ ἐστὶν ἀληθὴς ὁ λέγων· «Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με.» Β. Καὶ μὴν τὸ χρῆμά ἐστιν ἀληθές. Α. Τί δέ, οὐχὶ καὶ τὸν ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς τῶν ἀνθρωπίνων σωμάτων ἀναπλασμόν, τήν τε εἰς τὸ αὖθις εἶναι παραγωγήν, οὐ διὰ τῆς τοῦ Πνεύματος ἐνεργείας ἔσεσθαί τε διακεισόμεθα, καὶ θεῖος ἡμῖν προκεχρησμῴδηκε λόγος; Β. Πῶς ἔφης; Α. Οὐκ ἀναβιώσεσθαι τοὺς νεκροὺς καὶ ἐγερθήσεσθαι τοὺς ἐν τοῖς μνημείοις λόγιον, οἶμαί που, προφητικὸν ἀνακέκραγέ τε καὶ ἡμεῖς πιστεύομεν, ἀναστοιχειοῦντος ἡμᾶς εἰς ζωὴν τοῦ πάντα ἰσχύοντος Θεοῦ, διὰ τοῦ ἰδίου Πνεύματος; Β. Ναί, μεμνήσομαι γὰρ τοῦ μακαρίου βοῶντος Δαβὶδ καὶ τὸν ἐκ τῆς ἁμαρτίας ἡμῶν ὄλισθον εἰς φθορὰν καὶ