Ancient Greek
Page 652
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 652
Not analysed yet
Β. Τί οὖν ἄρα τὸ ἐντεῦθεν ἡμῖν συναγόμενον; Α. Ἀναμελῳδοῦντος ἀκούω καὶ πνευματικὴν ὥσπερ τινὰ διακρούοντος λύραν τοῦ μακαρίου Δαβίδ, λέγοντός τε σαφῶς· «Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν.» Φράζε δὴ οὖν, τὸ στερεοῦν οὐρανοὺς καὶ ἡ πᾶσα τῶν ὄντων δύναμις, Θεὸς ἂν εἴη μᾶλλον ἢ κτίσις; Β. Θεὸν ἔγωγέ φημι, καὶ μάλα εἰκότως. Ἐφείην γὰρ ἂν οὔτι που τοῖς πεποιημένοις τὸ μηδαμῇ δεῖσθαι Θεοῦ, κατορθοῦν δὲ μᾶλλον ἑαυτοῖς καὶ ἐκπορίζειν δύνασθαι τὰ δι' ὧν ἂν ἔχοι τὸ σῴζεσθαι καὶ συνεστάναι καλῶς, καίτοι διαπίπτοντα φυσικῶς εἰς φθοράν. Α. Στερεοῖ τοιγαροῦν τὸ Πνεῦμα τοὺς οὐρανοὺς οὐ κτιστῆς καὶ πεποιημένης οὐσίας τὴν μέθεξιν ἐμποιοῦν αὐτοῖς, ἀλλ' ὡς ἐνέργειαν Θεοῦ τὴν ἰδίαν αὐτοῦ δωρούμενον. Τὸ γάρ τοι συνέχειν τὰ ὄντα καλῶς, καὶ στερεοῦν εἰς διαμονὴν τὸ καταφθείρεσθαι πεφυκός, οἴκοθέν τε νοσοῦν τὴν εἰς τὸ μηδὲν ἀναδρομήν, παραδεικτικὸν ἂν εἴη τῆς τόδε τὸ πᾶν ἡνιοχούσης οὐσίας. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος ἥτις ποτέ ἐστιν ἡ τοῦ Θεοῦ φύσις ἐκ τῶν ἀποτελεσμάτων μετρίως διαφαντάζεσθαι καὶ ἐννοεῖν ἡμᾶς ἀναπείθει λέγων· «Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους, διότι γνόντες τὸν Θεόν, οὐχ ὡς Θεὸν ἐδόξασαν ἢ ηὐχαρίστησαν, ἀλλ' ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν.» Ἐξοίσει δὴ οὖν τὸ τῆς θείας φύσεως κάλλος εἰς ὄψιν ὥσπερ ἐμφανεστέραν, ἡ ἀΐδιος αὐτοῦ δύναμις καὶ θεότης. Δυναμοῖ δὲ πάντως ἡ δύναμις καὶ στερεοῖ τὸ Πνεῦμα τοὺς οὐρανούς, οὐχ ὡς ἓν τῶν κτισμάτων ὑπό του παραληφθὲν εἰς ἐπικουρίαν—ἀποπληξία γὰρ τοῦτο φρονεῖν ἢ λέγειν—ἀλλ' ὡς ἴδιον ὑπάρχον Πνεῦμα τοῦ τὰ πάντα δημιουργοῦντός τε καὶ δυναμοῦντος Θεοῦ· ἢ εἴπερ οὐχ ὧδε ἔχειν ἐροῦσιν, ἀποκρινάσθων αὐτοί, καὶ παραδεικνύντων ἡμῖν τὴν αἰτίαν δι' ἣν ὁ πάντων δημιουργὸς τὸ ἐν καλῷ κεῖσθαι τοῖς κτίσμασι καὶ τὸ τελείως ἔχειν εἰς εὐκοσμίαν διὰ τοῦ μεταλαχεῖν ἁγίου Πνεύματος ἐκμηχανᾶται καὶ δίδωσι. Δυναμοῖ γὰρ οὐρανούς, οἷς εἴπερ ἀπέχρη τὸ ἐκτίσθαι μόνον πρὸς τὸ ἐρηρεῖσθαι καλῶς, οὐκ ἀναγκαία που πάντως ἡ διὰ τοῦ Πνεύματος πῆξις. Ἀλλὰ μὴν τοῦτο οὐκ ἀληθὲς ἐκδείξειεν ἂν ἡ ἐπ' αὐτῷ βάσανος, ἥπερ ἂν γένοιτο πρὸς ἡμῶν· οὐκοῦν εὐδοκιμήσει τὸ ἔμπαλιν. Β. Ὀρθῶς ἔφης.