Ancient Greek
Page 654
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 654
Not analysed yet
»Οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια, εἰ μὴ ἐν τῷ Βεελζεβούλ, ἄρχοντι τῶν δαιμονίων·» καὶ μεθ' ἕτερα· «Καὶ εἰ ἐγώ, φησίν, ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσι; Διὰ τοῦτο αὐτοὶ κριταὶ ἔσονται ὑμῶν. Εἰ δὲ ἐν Πνεύματι Θεοῦ ἐγὼ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ' ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ.» Νοῦ μὲν γὰρ ἐπέκεινα παντὸς καὶ πέρα λόγου τοῦ καθ' ἡμᾶς τὴν ἐκ Θεοῦ Πατρὸς γέννησιν ὁμολογητέον τοῦ Μονογενοῦς. Ἐπειδὴ δὲ γέγονε σὰρξ καὶ ἐσκήνωσεν ἐν ἡμῖν, τῆς θεοπρεποῦς ἐξουσίας τὴν ἐνέργειαν, καὶ ἄνθρωπος ὤν, ἐπεδείκνυτο. Τοιγάρτοι φησίν, ὡς τοῖς καθ' ἡμᾶς μέτροις ἐμβεβηκώς· «Εἰ δὲ ἐν Πνεύματι Θεοῦ ἐγὼ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ' ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ.» Τοῦτο δέ ἐστιν ἕτερον οὐδὲν ἢ ἐκεῖνο λέγειν, ὅτι Καταβέβηκε καὶ εἰς ἀνθρώπους ἡ θεοπρεπὴς ἐξουσία καὶ δύναμις, εἴπερ ἐγὼ καθ' ὑμᾶς δι' ὑμᾶς γεγονώς, τερατουργῶ διὰ Πνεύματος. Βασιλείαν γάρ, οἶμαι, Θεοῦ τὴν ἐν Πνεύματι τῷ ἁγίῳ θεοπρεπεστάτην ἐνέργειαν εὖ μάλα διακαλεῖ, ἢ καὶ αὐτὸ τάχα που τὸ Πνεῦμα, κατ' ἐκεῖνο δὴ πάντως τὸ πρὸς ἡμᾶς εἰρημένον· «Ἡ βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστιν.» Ὅτε τοίνυν μεγαλουργεῖ μὲν ἐν Πνεύματι, καίτοι Θεὸς ὑπάρχων ὁ Υἱός, βασιλείαν δὲ θείαν ἀποκαλεῖ τὴν ἐν αὐτῷ τε καὶ δι' αὐτοῦ καρτερωτάτην τε καὶ ἄμαχον ἐξουσίαν, πῶς ἄν, εἰπέ μοι, πεποιῆσθαι λέγοιτο καὶ οὐχὶ πάντη τε καὶ πάντως ἐν ἀμείνοσιν ἡ κτίσις ἢ ἐν οἷς ὁ πάντων δημιουργὸς πρός τε ἡμῶν αὐτῶν καὶ πρὸς τῶν ἄνω νοοῖτο πνευμάτων; Ἠγλάϊσται γὰρ ἐν κτίσματι, καὶ τὴν ἐπὶ τῷ πάντα δύνασθαι δόξαν ἀποκεκέρδακεν ἑαυτῷ. Καίτοι τί δήποτε διὰ τῆς τῶν δρωμένων ὑπεροχῆς καὶ δι' ὧν ἐνήργηκεν εἰς ἡμᾶς ἐν Πνεύματι Θεός, ὅτι κατὰ φύσιν ἐστὶν καὶ ἰσουργὸς τῷ φύσαντι, καὶ μὴν ἐπὶ τούτῳ καὶ ὁμοούσιος ἠξίου πιστεύεσθαι, καίτοι καθ' ἡμᾶς γεγονὼς ὁ Μονογενής; «Εἰ γὰρ οὐ ποιῶ, φησί, τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύετε.» Ὅτε τοίνυν ἐκ τῆς τῶν κατωρθωμένων ὑπερφυοῦς λαμπρότητος ἡ θεία φύσις διαγινώσκεται, ἐπράττετο δὲ ταυτὶ δι' ἐνεργείας τοῦ Πνεύματος, πῶς ἂν ἔτι κτιστὸν τὸ ἰσουργὸν τῷ Θεῷ καὶ συγκτίζον καὶ συζωοποιοῦν τὸ ζωῆς ἐπιδεές; Ἦ γὰρ οὐχὶ καὶ τὸ δύνασθαι ζωοποιεῖν μόνῃ περ ἂν πρέποι τῇ γε ἀληθῶς κατὰ φύσιν ζωῇ, τουτέστι Θεῷ; Β. Σύμφημι· γέγραπται γὰρ περὶ αὐτοῦ· «Ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον.»