Ancient Greek · ~6 min
Volume 77
Cyrillus Theol., De sancta trinitate [Sp.] 77.1120
Not analysed yet
DE SACROSANCTA TRINITATE LIBER SANCTO CYRILLO ASCRIPTUS ΚΕΦΑΛ. Αʹ. Ἐπειδὴ πρώτιστον ἡμῖν τοῖς Χριστιανοῖς καὶ πάντων ἀναγκαιότατον εἰδέναι τὴν εὐσέβειαν, καὶ ταύτην ἀσπάζεσθαι, καὶ ταύτῃ συζῇν, καὶ ζωῆς τῆς παρούσης συνεκδημεῖν· ἄξιόν ἐστι πιστεύειν καὶ ὁμολογεῖν καὶ κηρύττειν ἡμᾶς, ὅτι Θεὸς εἶς ἐστιν, ἤγουν μία Θεότης, οὐσία ἄναρχος, ἀτελεύτητος, αἰώνιός τε καὶ προαιώνιος, ἀγέννητος, ἄκτιστος, ἄτρεπτος, ἀναλλοίωτος, ἀκατάληπτος, ἀπερινόητος, ἀπερίγραπτος, ἁπλοῦς, ἀσύνθετος, ἀσώματος, ἀναφὴς, ἀόρατος, ἐν τρισὶ τελείαις ταῖς ὑποστάσεσι, τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι. Ἄῤῥητον οὖν τὸ Θεῖον καὶ ἀκατάληπτον. «Οὐδεὶς γὰρ ἐπιγινώσκει τὸν Πατέρα, εἰ μὴ ὁ Υἱός· οὐδὲ τὸν Υἱὸν, εἰ μὴ ὁ Πατήρ.» Καὶ τὸ Πνεῦμα δὲ τὸ ἅγιον οὔτως οἶδε τὰ τοῦ Θεοῦ, ὡς τὸ πνεῦμα ἀνθρώπου οἶδε τὰ ἐν αὐτῷ. Μετὰ δὲ τὴν πρώτην καὶ μακαρίαν φύσιν οὐδεὶς ἔγνω ποτὲ τὸν Θεὸν, εἰ μὴ ᾧ αὐτὸς ἀπεκάλυψεν· οὐκ ἀνθρώπων μόνον, ἀλλ' οὐδὲ τῶν ὑπερκοσμίων δυνάμεων. Οὐκ ἀφῆκε μέντοι ἡμᾶς ὁ Θεὸς ἐν παντελεῖ ἀγνωσίᾳ. Πᾶσι γὰρ ἡ γνῶσις τοῦ εἶναι Θεὸν ὑπ' αὐτοῦ φυσικῶς ἐγκατέσπαρται. Καὶ αὐτὴ δὲ ἡ κτίσις, καὶ ἡ ταύτης συνοχή τε καὶ κυβέρνησις, τὸ μεγαλεῖον τῆς θείας ἀνακηρύττει φύσεως. Καὶ διὰ νόμου μὲν καὶ προφητῶν πρότερον· ἔπειτα δὲ καὶ διὰ τοῦ Μονογενοῦς αὐτοῦ Υἱοῦ, Κυρίου δὲ καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ κατὰ τὸ ἐφικτὸν ἡμῖν, τὴν ἑαυτοῦ ἐφανέρωσε γνῶσιν. Πάντα τοίνυν τὰ παραδεδομένα ἡμῖν διά τε νόμου καὶ προφητῶν καὶ ἀποστόλων δεχόμεθα καὶ γινώσκομεν καὶ