Ancient Greek
Volume 77
Cyrillus Theol., De sancta trinitate [Sp.] 77.1121
Not analysed yet
ὁμολογοῦμεν, οὐδὲν περαιτέρω τούτων ἐπιζητοῦντες. Ἀδύνατον γὰρ παρὰ τὰ θειωδῶς ὑπὸ τῶν θείων λογίων τῆς τε Παλαιᾶς καὶ Καινῆς Διαθήκης ἡμῖν εἰρημένα εἰπεῖν τι περὶ Θεοῦ, ἢ ὅλως ἐννοῆσαι. Ὅτι μὲν οὖν ἔστι Θεὸς, τοῖς μὲν τὰς ἁγίας δεχομένοις Γραφὰς, τήν τε Παλαιὰν καὶ Καινὴν Διαθήκην φημὶ, οὐκ ἀμφιβάλλεται, οὐδὲ τοῖς τῶν Ἑλλήνων πλείστοις. Ὡς γὰρ ἔφημεν, ἡ γνῶσις τοῦ εἶναι Θεὸν φυσικῶς ἡμῖν ἐγκατέσπαρται. Ἐπειδὴ δὲ τοσοῦτον ἴσχυσεν ἡ τοῦ Πονηροῦ κακία κατὰ τῆς τῶν ἀνθρώπων φύσεως, ὥστε καί τινας εἰς τὸ ἀλογώτατον, καὶ πάντων τῶν κακῶν κάκιστον καταγαγεῖν τῆς ἀπωλείας βάραθρον, τὸ λέγειν μὴ εἶναι Θεὸν (ὧν τὴν ἀφροσύνην ἐμφαίνων ὁ προφήτης ἔφη Δαβίδ· «Εἶπεν ἄφρων ἐν καρδίᾳ αὑτοῦ, οὐκ ἔστι Θεός.») Οἱ μὲν οὖν τοῦ Κυρίου μαθηταὶ καὶ ἀπόστολοι τῷ παναγίῳ φωτισθέντες Πνεύματι καὶ τῇ αὐτοῦ δυνάμει καὶ χάριτι τὰς θεοσημίας ἐργαζόμενοι, τῇ τῶν θαυμάτων σαγήνῃ πρὸς τὸ φῶς τῆς θεογνωσίας, ἐκ τοῦ βυθοῦ τῆς ἀγνωσίας αὐτοὺς ζωγροῦντες ἀνήγαγον. Ὁμοίως καὶ οἱ τούτων τῆς τε χάριτος καὶ τῆς ἀξίας διάδοχοι ποιμένες τε καὶ διδάσκαλοι τὴν φωτιστικὴν τοῦ Πνεύματος χάριν δεξάμενοι, τῇ τε τῶν θαυμάτων δυνάμει, τῷ τε λόγῳ τῆς χάριτος τοὺς ἐσκοτισμένους ἐφώτιζον, καὶ τοὺς πεπλανημένους ἐπέστρεφον. Ἡμεῖς δὲ οἱ μήτε τῶν θαυμάτων, μήτε τὸ τῆς διδασκαλίας δεξάμενοι χάρισμα (ἀναξίους γὰρ ἑαυτοὺς τῇ πρὸς τὰς ἡδονὰς προσπαθείᾳ πεποιήκαμεν)· φέρε ὀλίγα παρὰ τῶν δεδομένων ἡμῖν ὑπὸ τῶν ὑποφητῶν τῆς χάριτος περὶ τούτου διαλεξώμεθα, τὸν Πατέρα, καὶ τὸν Υἱὸν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐπικαλεσάμενοι. ΚΕΦΑΛ. Βʹ. Πάντα τὰ ὄντα, ἢ κτιστά ἐστιν, ἢ ἄκτιστα. Εἰ μὲν οὖν κτιστὰ, πάντως καὶ τρεπτά. Ὧν γὰρ τὸ εἶναι ἀπὸ τροπῆς ἤρξατο, ταῦτα τῇ τροπῇ ὑποκείσεται πάντως, ἢ φθειρόμενα, ἢ κατὰ προαίρεσιν ἀλλοιούμενα. Εἰ δὲ ἄκτιστα, κατὰ τὸν τῆς ἀκολουθίας λόγον πάντως καὶ ἄτρεπτα. Ὧν γὰρ τὸ εἶναι ἐναντίον, τούτων καὶ ὁ τοῦ πως εἶναι λόγος ἐναντίος, ἤγουν αἱ ἰδιότητες. Τίς οὖν οὐ συνθήσεται, πάντα τὰ ὄντα τρεπτὰ, ὅσα ὑπὸ τὴν ἡμετέραν αἴσθησιν· ἀλλὰ μὴν καὶ ἀγγέλους τρέπεσθαι, καὶ ἀλλοιοῦσθαι, καὶ πολυτρόπως κινεῖσθαι καὶ μεταβάλλεσθαι; τὰ μὲν νοητὰ, ἀγγέλους φημὶ καὶ δαίμονας, καὶ ψυχὰς, κατὰ προαίρεσιν τήν τε ἐν τῷ καλῷ προκοπὴν, καὶ τὴν ἐκ τοῦ καλοῦ ἀποφοίτησιν ἐπιτεινομένην τε καὶ ὑφιεμένην· τὰ δὲ λοιπὰ κατά τε γέννησιν καὶ φθορὰν, αὔξησίν τε καὶ μείωσιν, καὶ τὴν κατὰ ποιότητα μεταβολὴν, καὶ τὴν τοπικὴν κίνησιν; Τρεπτὰ τοίνυν ὄντα, πάντως καὶ κτιστά. Κτιστὰ δὲ ὄντα, πάντως