Ancient Greek · ~10 min
Volume 77
Cyrillus Theol., De sancta trinitate [Sp.] 77.1125
Not analysed yet
κινούμενον; μόνον οὗν τὸ Θεῖον ἀκίνητον δι' ἀκινησίας τὰ πάντα κινοῦν. Ἀσώματον τοίνυν ὑποληπτέον τὸ Θεῖον. Ἀλλ' οὐδὲ τοῦτο τῆς οὐσίας παραστατικόν ἐστιν, ὥσπερ οὐδὲ τὸ ἀγέννητον, καὶ τὸ ἄναρχον, καὶ τὸ ἀναλλοίωτον, καὶ τὸ ἄφθαρτον, καὶ ὅσα περὶ Θεοῦ, ἢ περὶ Θεὸν εἶναι λέγομεν. Ταῦτα γὰρ αὐτῷ οὐ τὸ τί ἐστι σημαίνει, ἀλλὰ τί οὐκ ἔστι. Χρὴ δὲ τὸν βουλόμενον τήν τινος οὐσίαν εἰπεῖν τί ἐστι φράσαι, οὐ τὸ τί οὐκ ἐστιν. Ὅμως ἐπὶ Θεοῦ τί ἐστιν εἰπεῖν ἀδύνατον κατ' οὐσίαν. Οἰκειότερον δὲ μᾶλλον ἐκ τῆς πάντων ἀφαιρέσεως ποιεῖσθαι τὸν λόγον. Οὐδὲν γὰρ τῶν ὄντων ἐστὶν, οὐχ ὡς μὴ ὢν, ἀλλ' ὡς ὑπὲρ πάντα τὰ ὄντα, καὶ ὑπὲρ αὐτὸ δὲ τὸ εἶναι ὤν. Εἰ γὰρ τῶν ὅντων ἡ γνῶσις, τὸ ὑπὲρ γνῶσιν, πάντως καὶ ὑπὲρ οὐσίαν ἔσται· καὶ τὸ ἀνάπαλιν, τὸ ὑπὲρ οὐσίαν, καὶ ὑπὲρ γνῶσιν ἔσται. Ἄπειρον οὖν τὸ Θεῖον, καὶ ἀκατάληπτον· καὶ τοῦτο μόνον αὐτοῦ καταληπτὸν, ἡ ἀπειρία, καὶ ἡ ἀκαταληψία· ὅσα δὲ λέγομεν ἐπὶ Θεοῦ καταφατικῶς, οὐ τὴν φύσιν, ἀλλὰ τὰ περὶ τὴν φύσιν δηλοῖ· κἂν ἀγαθὸν, κἂν δίκαιον, κἂν σοφὸν, κἂν ὅ τι ἂν ἄλλο εἴπῃς, οὐ φύσιν λέγεις Θεοῦ, ἀλλὰ τὰ περὶ τὴν φύσιν. Εἰσὶ δὲ καί τινα καταφατικῶς ἐπὶ Θεοῦ λεγόμενα, δύναμιν ὑπεροχικῆς ἀποφάσεως ἔχοντα· οἷον σκότος λέγοντες ἐπὶ Θεοῦ, οὐ σκότος νοοῦμεν, ἀλλ' ὅτι οὐκ ἔστι φῶς, ἀλλ' ὑπὲρ τὸ φῶς· καὶ φῶς, ὅτι οὐ σκότος ἐστίν. ΚΕΦΑΛ. Δʹ. Ὅτι μὲν οὖν ἔστι Θεὸς, ἱκανῶς ἀποδέδεικται, καὶ ὅτι ἀκατάληπτός ἐστιν ἡ αὐτοῦ οὐσία. Ὅτι δὲ εἷς ἐστι Θεὸς καὶ οὐ πολλοὶ, τοῖς μὲν τῇ θείᾳ πειθομένοις Γραφῇ, οὐκ ἀμφιβάλλεται. Φησὶ γὰρ ὁ Κύριος ἐν τῇ τῆς νομοθεσίας ἀρχῇ· «Ἐγὼ Κύριος ὁ Θεός σου ὁ ἐξαγαγών σε ἐκ γῆς Αἰγύπτου· οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ.» Καὶ πάλιν· «Ἄκουε, Ἰσραὴλ, Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστι.» Καὶ διὰ Ἡσαΐου τοῦ προφήτου, «Ἐγὼ γὰρ, φησὶ, Θεὸς πρῶτος, ἐγὼ καὶ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ οὐκ ἐστι Θεός· ἔμπροσθέ μου οὐκ ἐγένετο ἄλλος Θεὸς, καὶ μετ' ἐμὲ οὐκ ἔσται, καὶ πλὴν ἐμοῦ οὐκ ἔστι.» Καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις οὕτω φησὶ πρὸς τὸν Πατέρα· «Αὕτη ἐστὶν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὂν ἀπέστειλας Ἰησοῦν Χριστόν.» Τοῖς δὲ τῇ θείᾳ Γραφῇ μὴ πειθομένοις, οὕτω διαλεξόμεθα. Τὸ Θεῖον τέλειόν ἐστι, καὶ ἀνελλιπὲς, κατά τε ἀγαθότητα, κατά τε σοφίαν, κατά τε δύναμιν· ἄναρχον, ἀτελεύτητον, ἀΐδιον, ἀπερίγραπτον· καὶ, ἁπλῶς εἰπεῖν, κατὰ πάντα τέλειον. Εἰ οὖν πολλοὺς ἐροῦμεν θεοὺς, ἀνάγκη