Ancient Greek · ~10 min
Volume 77
Cyrillus Theol., De sancta trinitate [Sp.] 77.1128
Not analysed yet
διαφορὰν ἐν τοῖς πολλοῖς θεωρεῖσθαι. Εἰ γὰρ οὐδεμία διαφορὰ ἐν αὐτοῖς, εἷς μᾶλλόν ἐστι, καὶ οὐ πολλοί. Εἰ δὲ διαφορὰ ἐν αὐτοῖς, ποῦ ἡ τελειότης; Εἴτε γὰρ κατὰ ἀγαθότητα, εἴτε κατὰ δύναμιν, εἴτε κατὰ σοφίαν, εἴτε κατὰ χρόνον, εἴτε κατὰ τόπον ὑστερήσει τοῦ τελείου· οὐκ ἂν εἴη Θεός. Ἡ δὲ διὰ πάντων ταυτότης ἕνα μᾶλλον δείκνυσι, καὶ οὐ πολλούς. Πῶς δὲ καὶ πολλοῖς οὖσι τὸ ἀπερίγραπτον φυλαχθήσεται; Ἔνθα γὰρ ἂν εἴη ὁ εἷς, οὐκ ἂν εἴη ἕτερος. Πῶς δὲ καὶ ὑπὸ πολλῶν κυβερνηθήσεται ὁ κόσμος, καὶ οὐ διαλυθήσεται, καὶ φθαρήσεται, μάχης ἐν τοῖς κυβερνῶσι θεωρουμένης; Ἡ γὰρ διαφορὰ ἐναντίωσιν εἰσάγει. Εἰ δὲ εἴποι τις, ὅτι ἕκαστος μέρους ἄρχει, τί τὸ τάξαν καὶ τὴν διανομὴν αὐτοῖς ποιησάμενον; Ἐκεῖνο γὰρ ἂν εἴη μᾶλλον Θεός. Εἷς τοίνυν ἐστὶ Θεὸς, τέλειος, ἀπερίγραπτος, τοῦ παντὸς ποιητὴς, συνοχεύς τε καὶ κυβερνήτης, καὶ ὑπερτελὴς, καὶ προτέλειος. Πρὸς δὲ καὶ φυσικὴ ἀνάγκη, μονάδα εἶναι δυάδος ἀρχήν. ΚΕΦΑΛ. Εʹ. Οὗτος τοίνυν ὁ εἷς καὶ μόνος Θεὸς, οὐκ ἄλογός ἐστι. Λόγον δὲ ἔχων, οὐκ ἀνυπόστατον ἔξει, οὐκ ἀρξάμενον τοῦ εἶναι, οὐδὲ παυσόμενον (οὐ γὰρ ἦν ποτε, ὅτε ἦν ὁ Θεὸς ἄλογος)· ἀεὶ δὲ ἔχει τὸν ἑαυτοῦ λόγον ἐξ αὐτοῦ γεννώμενον, οὐ κατὰ τὸν ἡμέτερον λόγον, ἀνυπόστατον καὶ εἰς ἀέρα χεόμενον, ἀλλ' ἐνυπόστατον, ζῶντα, τέλειον, οὐκ ἔξω αὐτοῦ χωροῦντα, ἀλλ' ἐν αὐτῷ ἀεὶ ὄντα. Ποῦ γὰρ ἔσται ἔξω αὐτοῦ γινόμενος; Ἐπειδὴ γὰρ ἡ ἡμετέρα φύσις ἐπίκηρός ἐστι καὶ εὐδιάλυτος· διὰ τοῦτο καὶ ὁ λόγος ἡμῶν ἐστιν ἀνυπόστατος. Ὁ δὲ Θεὸς ἀεὶ ὢν, καὶ τέλειος ὤν, τέλειον καὶ ἐνυπόστατον ἕξει τὸν ἑαυτοῦ λόγον, καὶ ἀεὶ ὄντα, καὶ ζῶντα, καὶ πάντα ἔχοντα ὅσα ὁ γεννήτωρ ἔχει. Ὥσπερ γὰρ καὶ ὁ ἡμέτερος λόγος ἐκ τοῦ νοῦ προερχόμενος, οὔτε διόλου ὁ αὐτός ἐστι τῷ νῷ, οὔτε παντάπασιν ἕτερος (ἐκ τοῦ νοῦ μὲν γὰρ ὢν, ἄλλος ἐστὶ παρ' αὐτόν· αὐτὸν δὲ τὸν νοῦν εἰς τὸ ἐμφανὲς ἄγων, οὐκ ἔτι παντάπασιν ἕτερόν ἐστι παρὰ τὸν νοῦν· ἀλλὰ κατὰ τὴν φύσιν ἓν ὢν, ἕτερόν ἐστι τῷ ὑποκειμένῳ)· οὕτω καὶ ὁ τοῦ Θεοῦ Λόγος, τῷ μὲν ὑφεστᾶναι καθ' ἑαυτὸν διῄρηται πρὸς ἐκεῖνον παρ' οὗ τὴν ὑπόστασιν ἔχει· τῷ δὲ τὰ αὐτὰ δεικνύειν ἐν ἑαυτῷ, ἃ περὶ τὸν Θεὸν καθορᾶται, ὁ αὐτός ἐστι κατὰ τὴν φύσιν ἐκείνῳ. Ὥσπερ γὰρ τὸ ἐν ἅπασι τέλειον ἐπὶ τοῦ Πατρὸς θεωρεῖται· οὕτω καὶ ἐπὶ τοῦ ἐξ αὐτοῦ γεγεννημένου Λόγου θεωρηθήσεται. ΚΕΦΑΛ. ϛ. Δεῖ δὲ τὸν Λόγον καὶ Πνεῦμα ἔχειν. Καὶ γὰρ ὁ ἡμέτερος λόγος οὐκ ἄμοιρός ἐστι πνεύματος· ἀλλ' ἐφ' ἡμῶν μὲν τὸ πνεῦμα ἀλλότριον τῆς ἡμετέρας ἐστὶν οὐσίας (τοῦ ἀέρος γάρ ἐστιν ὁλκὴ καὶ φορὰ