Ancient Greek
Volume 77
Cyrillus Theol., De sancta trinitate [Sp.] 77.1129
Not analysed yet
εἰσελκομένου καὶ προχεομένου πρὸς τὴν τοῦ σώματος σύστασιν· ὅπερ ἐν τῷ καιρῷ τῆς ἐκφωνήσεως φωνὴ τοῦ λόγου γίνεται, τὴν τοῦ λόγου δύναμιν ἐν ἑαυτῇ φέρουσα)· ἐπὶ δὲ τῆς θείας φύσεως τῆς ἁπλῆς καὶ ἀσυνθέτου, τὸ μὲν εἶναι Πνεῦμα Θεοῦ, εὐσεβῶς ὁμολογητέον, διὰ τὸ μὴ εἶναι τὸν τοῦ Θεοῦ Λόγον ἐλλειπέστερον τοῦ ἡμετέρου λόγου· οὐκ ἔστι δὲ εὐσεβὲς, ἀλλότριόν τι ἔξωθεν ἐπεισερχόμενον τῷ Θεῷ, τὸ πνεῦμα λογίζεσθαι, ὡς καὶ ἐφ' ἡμῶν τῶν συνθέτων. Ἀλλ' ὥσπερ Θεοῦ Λόγον ἀκούοντες, οὐκ ἀνυπόστατον, οὐδὲ ἐκ μαθήσεως προσγινόμενον, οὐδὲ διὰ φωνῆς προφερόμενον, οὐδὲ εἰς ἀέρα χεόμενον καὶ λυόμενον ᾠήθημεν, ἀλλ' οὐσιωδῶς ὑφεστῶτα, προαιρετικόν τε καὶ ἐνεργὸν, καὶ παντοδύναμον· οὕτω καὶ τὸ Πνεῦμα μεμαθηκότες Θεοῦ, τὸ συμπαρομαρτοῦν τῷ Λόγῳ, καὶ φανεροῦν αὐτοῦ τὴν ἐνέργειαν, οὐ πνοὴν ἀνυπόστατον ἐννοοῦμεν (οὕτω γὰρ ἂν καθαιρῆται πρὸς ταπεινότητα τὸ μεγαλεῖον τῆς θείας φύσεως, εἰ καθ' ὁμοιότητα τοῦ ἡμετέρου πνεύματος καὶ τὸ ἐν αὐτῷ Πνεῦμα ὑπονοοῖτο), ἀλλὰ δύναμιν οὐσιώδη, αὐτὴν ἐφ' ἑαυτῆς ἐν ἰδιαζούσῃ ὑποστάσει θεωρουμένην, ἐκ τοῦ Πατρὸς προερχομένην, καὶ ἐν τῷ Λόγῳ ἀναπαυομένην, καὶ αὐτοῦ οὖσαν ἐκφαντικήν· οὔτε χωρισθῆναι τοῦ Θεοῦ, ἐν ᾧ ἐστι, καὶ τοῦ Λόγου ᾧ συμπαρομαρτεῖ, δυναμένην· οὔτε πρὸς τὸ ἀνύπαρκτον ἐλθεῖν ἀνεχομένην· ἀλλὰ καθ' ὁμοιότητα τοῦ Λόγου καθ' ὑπόστασιν οὖσαν, ζῶσαν, προαιρετικὴν, αὐτοκίνητον, ἐνεργὸν, πάντοτε τὸ ἀγαθὸν θέλουσαν, καὶ πρὸς πᾶσαν πρόθεσιν σύνδρομον ἔχουσαν τῇ βουλήσει τὴν δύναμιν· μήτε ἀρχὴν ἔχουσαν, μήτε τέλος. Οὐ γὰρ ἐνέλειψέ ποτε τῷ Πατρὶ Λόγος, οὐδὲ τῷ Λόγῳ Πνεῦμα. Οὕτω διὰ μὲν τῆς κατὰ φύσιν ἑνότητος ἡ πολύθεος τῶν Ἑλλήνων ἐξαφανίζεται πλάνη· διὰ δὲ τῆς τοῦ Λόγου παραδοχῆς καὶ τοῦ Πνεύματος, τῶν Ἰουδαίων καθαιρεῖται τὰ δόγματα· ἑκατέρας τε αἱρέσεως παραμένει τὸ χρήσιμον, ἐκ μὲν τῆς Ἰουδαϊκῆς ὑπολήψεως, ἡ τῆς φύσεως ἑνότης· ἐκ δὲ τοῦ Ἑλληνισμοῦ ἡ κατὰ τὰς ὑποστάσεις διάκρισις μόνη. Εἰ δὲ ἀντιλέγει ὁ Ἰουδαῖος πρὸς τὴν τοῦ Λόγου παραδοχὴν καὶ τοῦ Πνεύματος, ὑπὸ τῆς θείας Γραφῆς ἐλεγχέσθω τε καὶ ἐπιστομιζέσθω. Περὶ μὲν γὰρ τοῦ Λόγου φησὶν ὁ θεῖος Δαβίδ· «Εἰς τὸν αἰῶνα, Κύριε, ὁ Λόγος σου διαμένει ἐν τῷ οὐρανῷ.» Καὶ πάλιν· «Ἀπέστειλε τὸν Λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτούς.» Λόγος δὲ προφορικὸς οὐκ ἀποστέλλεται, οὐδὲ εἰς τὸν αἰῶνα μένει. Περὶ δὲ τοῦ Πνεύματος ὁ αὐτὸς Δαβίδ φησιν· «Ἐξαποστελεῖς τὸ Πνεῦμά σου, καὶ κτισθήσονται.» Καὶ πάλιν· «Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ, πᾶσα ἡ δύναμις αὐτῶν.» Καὶ Ἰώβ· «Πνεῦμα θεῖον τὸ ποιῆσάν με, πνοὴ δὲ Παντοκράτορος ἡ διδάσκουσά με.» Πνεῦμα δὲ ἀποστελλόμενον, καὶ ποιοῦν, καὶ στερεοῦν, καὶ συνέχον, οὐκ ἆσθμά ἐστι λυόμενον, ὥσπερ οὐδὲ σωματικὸν μέλος τὸ τοῦ Θεοῦ στόμα· ἀμφότερα γὰρ θεοπρεπῶς νοητέον. ΚΕΦΑΛ. Ζʹ. Πιστεύομεν τοιγαροῦν εἰς ἕνα Θεὸν, μίαν ἀρχὴν