Ancient Greek · ~11 min
Volume 77
Cyrillus Theol., De sancta trinitate [Sp.] 77.1136
Not analysed yet
μόνον εἶναι Θεὸν ἀπροσδεῆ ἐτέρου· ἀτελευτήτως δὲ καὶ ἀκαταπαύστως, διά τε τὸ ἄναρχον καὶ ἄχρονον, καὶ ἀτελεύτητον, καὶ ἀεὶ ὡσαύτως ἔχον. Τὸ γὰρ ἄναρχον, ἀτελεύτητον· τὸ δὲ χάριτι ἀτελεύτητον, οὐ πάντως ἄναρχον, ὥσπερ οἱ ἄγγελοι. Γεννᾷ τοίνυν ὁ ἀεὶ ὢν Θεὸς τὸν ἑαυτοῦ Λόγον, τέλειον ὄντα ἀνάρχως καὶ ἀτελευτήτως, ἵνα μὴ ἐν χρόνῳ τίκτῃ Θεὸς, ὁ χρόνου ἀνωτέραν ἔχων τὴν φύσιν καὶ τὴν ὕπαρξιν· ὁ δὲ ἄνθρωπος δῆλον ὡς ἐναντίως γεννᾷ, ὑπὸ γένεσιν τελῶν καὶ φθορὰν καὶ ῥεῦσιν καὶ πληθυσμὸν, καὶ σῶμα περικείμενος, καὶ τὸ ἄῤῥεν καὶ τὸ θῆλυ ἐν τῇ φύσει κεκτημένος. Ἐνδεὲς γὰρ τὸ ἄῤῥεν τῆς τοῦ θήλεος βοηθείας. Ἀλλ' ἵλεως εἴη ὁ πάντων ἐπέκεινα καὶ πᾶσαν νόησιν καὶ κατάληψιν ὑπερκείμενος. ΚΕΦΑΛ. Ηʹ. Διδάσκει γοῦν ἡ ἁγία καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία, ἅμα Πατέρα καὶ ἅμα τὸν μονογενῆ αὐτοῦ Υἱὸν, ἐξ αὐτοῦ γεγεννημένον ἀχρόνως, καὶ ἀῤῥεύστως, καὶ ἀπαθῶς, καὶ ἀκαταλήπτως, ὡς μόνος ὁ τῶν ὅλων οἶδε Θεὸς, ὥσπερ ἄμα τὸ πῦρ καὶ ἅμα τὸ ἐξ αὐτοῦ φῶς· καὶ οὐ πρῶτον τὸ πῦρ, καὶ μετὰ ταῦτα τὸ φῶς, ἀλλ' ἅμα. Καὶ ὥσπερ τὸ φῶς ἐκ τοῦ πυρὸς ἀεὶ γεννώμενον, ἀεὶ ἐν αὐτῷ ἐστι, μηδαμῶς ἐξ αὐτοῦ χωριζόμενον· οὕτω καὶ ὁ Υἱὸς ἐκ τοῦ Πατρὸς γεννᾶται, μηδόλως αὐτοῦ χωριζόμενος, ἀλλ' ἀεὶ ἐν αὐτῷ ὤν. Ἀλλὰ τὸ μὲν φῶς ἐκ τοῦ πυρὸς γεννώμενον ἀχωρίστως, καὶ ἐν αὐτῷ ἀεὶ μένον, οὐκ ἔχει ἰδίαν ὑπόστασιν παρὰ τὸ πῦρ (ποιότης γάρ ἐστι φυσικὴ τοῦ πυρός)· ὁ δὲ Υἱὸς τοῦ Θεοῦ ὁ μονογενὴς, ἐκ Πατρὸς γεννηθεὶς ἀχωρίστως καὶ ἀδιαστάτως καὶ ἐν αὐτῷ μένων ἀεὶ, ἔχει ἰδίαν ὑπόστασιν παρὰ τὴν τοῦ Πατρός. Λόγος μὲν οὖν καὶ ἀπαύγασμα λέγεται, διὰ τὸ ἄνευ συνδυασμοῦ καὶ ἀπαθῶς καὶ ἀχρόνως καὶ ἀῤῥεύστως καὶ ἀχωρίστως γεγε[ν]νῆσθαι ἐκ τοῦ Πατρός· Υἱὸς δὲ καὶ χαρακτὴρ τῆς πατρικῆς ὑποστάσεως, διὰ τὸ τέλειον καὶ ἐνυπόστατον, καὶ κατὰ πάντα ὅμοιον τῷ Πατρὶ εἶναι, πλὴν τῆς ἀγεννησίας. Μονογενὴς δὲ, ὅτι μόνος ἐκ μόνου τοῦ Πατρὸς μόνως ἐγεννήθη. Οὐδὲ γὰρ ὁμοιοῦται ἑτέρα γέννησις τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ γεννήσει· οὐδὲ γὰρ ἔστιν ἄλλος Υἱὸς τοῦ Θεοῦ. Εἰ γὰρ καὶ τὸ Πνεῦμα τὸ ἄγιον ἐκ τοῦ Πατρὸς ἐκπορεύεται, ἀλλ' οὐ γεννητῶς, ἀλλ' ἐκπορευτῶς. Ἄλλος τρόπος ὑπάρξεως οὗτος, ἄληπτός τε καὶ ἄγνωστος, ὥσπερ καὶ ἡ τοῦ Υἱοῦ γέννησις. Διὸ καὶ πάντα ὅσα ἔχει ὁ Πατὴρ, αὐτοῦ εἰσι, πλὴν τῆς ἀγεννησίας· ἥτις οὐ σημαίνει οὐσίας διαφορὰν, οὐδὲ ἀξίωμα, ἀλλὰ τρόπον ὑπάρξεως. Ὥσπερ καὶ ὁ Ἀδὰμ ἀγέννητος ὢν (πλάσμα γάρ ἐστι τοῦ Θεοῦ), καὶ ὁ Σὴθ γεννητὸς (υἱὸς γάρ ἐστι τοῦ Ἀδὰμ), καὶ ἡ Εὔα ἐκ τῆς τοῦ Ἀδὰμ πλευρᾶς ἐκπορευθεῖσα (οὐ γὰρ ἐγεννήθη αὕτη), οὐ φύσει διαφέρουσιν ἀλλήλων (ἄνθρωποι γάρ εἰσιν), ἀλλὰ τῷ τῆς ὑπάρξεως τρόπῳ. Χρὴ γὰρ εἰδέναι ὅτι τὸ ἀγένητον δι' ἑνὸς ν γραφό-