Ancient Greek · ~11 min
Volume 77
Cyrillus Theol., De sancta trinitate [Sp.] 77.1137
Not analysed yet
μενον, τὸ ἄκτιστον, ἤτοι τὸ μὴ γενόμενον σημαίνει· τὸ δὲ ἀγέννητον, διὰ τῶν δύο νν γραφόμενον, δηλοῖ τὸ μὴ γεννηθέν. Κατὰ μὲν οὗν τὸ πρῶτον σημαινόμενον, διαφέρει οὐσία οὐσίας. Ἄλλη γὰρ οὐσία ἡ ἄκτιστος ἤτοι ἀγένητος διὰ τοῦ ἑνὸς ν, καὶ ἄλλη ἡ γενητὴ, ἤτοι κτιστή. Κατὰ δὲ τὸ δεύτερον σημαινόμενον, οὐ διαφέρει οὐσία οὐσίας. Παντὸς γὰρ εἴδους ζώων ἡ πρώτη ὑπόστασις, ἀγέννητός ἐστιν, ἀλλ' οὐκ ἀγένητος. Ἐκτίσθησαν μὲν γὰρ ὑπὸ τοῦ Δημιουργοῦ, τῷ Λόγῳ αὐτοῦ παραχθέντα εἰς γένεσιν, οὐ μὴν ἐγεννήθησαν, μὴ προϋπάρχοντος ἑτέρου ὁμοειδοῦς ἐξ οὗ γεννηθῶσι. Κατὰ μὲν οὖν τὸ πρῶτον σημαινόμενον, κοινωνοῦσιν αἱ τρεῖς τῆς ἁγίας Θεότητος ὑπέρθεοι ὑποστάσεις, (ὁμοούσιοι γὰρ καὶ ἄκτιστοι ὑπάρχουσι)· κατὰ δὲ τὸ δεύτερον σημαινόμενον, οὐδαμῶς. Μόνος γὰρ ὁ Πατὴρ ἀγέννητος (οὐ γὰρ ἐξ ἑτέρας ἐστὶν αὐτῷ ὑποστάσεως τὸ εἶναι)· καὶ μόνος ὁ Υἱὸς γεννητὸς (ἐκ τῆς τοῦ Πατρὸς γὰρ οὐσίας ἀνάρχως καὶ ἀχρόνως γεγέννηται)· καὶ μόνον τὸ ἅγιον Πνεῦμα ἐκπορευτὸν ἐκ τῆς οὐσίας τοῦ Πατρός· οὐ γεννώμενον, ἀλλ' ἐκπορευόμενον· οὕτω μὲν τῆς θείας διδασκούσης Γραφῆς, τοῦ δὲ τρόπου τῆς γεννήσεως καὶ τῆς ἐκπορεύσεως ἀκαταλήπτου ὑπάρχοντος. Καὶ τοῦτο δὲ ἰστέον, ὡς οὐκ ἐξ ἡμῶν μετηνέχθη ἐπὶ τὴν μακαρίαν Θεότητα τὸ τῆς πατρότητος καὶ υἱότητος καὶ ἐκπορεύσεως ὄνομα· τοὐναντίον δ' ἐκεῖθεν ἡμῖν μεταδέδοται, ὥς φησιν ὁ θεῖος Ἀπόστολος· «Διὰ τοῦτο κάμπτω τὰ γόνατά μου πρὸς τὸν Πατέρα, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς.» Εἰ δὲ λέγομεν τὸν Πατέρα ἀρχὴν εἶναι τοῦ Υἱοῦ καὶ μείζονα, οὐ προτερεύειν αὐτὸν τοῦ Υἱοῦ χρόνῳ ἢ φύσει ὑποφαίνομεν· δι' αὐτοῦ γὰρ τοὺς αἰῶνας ἐποίησεν· οὐδὲ καθ' ἕτερόν τι, εἰ μὴ κατὰ τὸ αἴτιον, τουτέστιν, ὅτι ὁ Υἱοῦ· ἐκ τοῦ Πατρὸς ἐγεννήθη, καὶ οὐχ ὁ Πατὴρ ἐκ τοῦ Υἱοῦ· καὶ ὅτι ὁ Πατὴρ αἴτιός ἐστι τοῦ Υἱοῦ φυσικῶς· ὥσπερ οὐκ ἐκ τοῦ φωτὸς τὸ πῦρ φαμεν προέρχεσθαι, ἀλλ' ἐκ τοῦ πυρὸς τὸ φῶς. Ὅτε οὖν ἀκούσομεν ἀρχὴν καὶ μείζονα τοῦ Υἱοῦ τὸν Πατέρα, τῷ αἰτίῳ νοήσομεν. Καὶ ὥσπερ οὐ λέγομεν ἑτέρας οὐσίας τὸ πῦρ, καὶ ἑτέρας τὸ φῶς· οὕτως οὐχ οἷόν τε φάναι ἑτέρας οὐσίας τὸν Πατέρα, καὶ τὸν Υἱὸν ἐτέρας, ἀλλὰ μιᾶς καὶ τῆς αὐτῆς. Καὶ καθάπερ φαμὲν διὰ τοῦ ἐξ αὐτοῦ προερχομένου φωτὸς φαίνειν τὸ πῦρ, καὶ οὐ τιθέμεθα ὄργανον ὑπουργικὸν εἶναι τοῦ πυρὸς τὸ ἐξ αὐτοῦ φῶς, δύναμιν δὲ μᾶλλον φυσικήν· οὕτω λέγομεν τὸν Πατέρα, πάντα ὅσα ποιεῖ, διὰ τοῦ ὁμογενοῦς Υἱοῦ αὐτοῦ ποιεῖν· οὐχ ὡς δι' ὀργάνου λειτουργικοῦ, ἀλλὰ φυσικῆς καὶ ἐνυποστάτου δυνάμεως. Καὶ ὥσπερ λέγομεν τὸ πῦρ φωτίζειν, καὶ πάλιν φαμὲν τὸ φῶς τοῦ πυρὸς φωτίζειν· οὕτω πάντα ὅσα ποιεῖ ὁ Πατὴρ, ὁμοίως καὶ ὁ Υἱὸς ποιεῖ. Ἀλλὰ τὸ μὲν φῶς, οὐκ ἰδίαν ὑπόστασιν παρὰ τὸ πῦρ κέκτηται· ὁ δὲ Υἱὸς, τελεία ὑπόστασίς ἐστι, τῆς πατρικῆς ἀχώριστος ὑποστάσεως, ὡς ἀνωτέρω παρεστήσαμεν. Ἀδύνατον γὰρ εὑρεθῆναι ἐν τῆ κτίσει