Ancient Greek · ~11 min
Volume 77
Cyrillus Theol., De sancta trinitate [Sp.] 77.1141
Not analysed yet
γνωρίσωμεν), ἀλλ' ἐν τρισὶ τελείαις ὑποστάσεσι μίαν οὐσίαν ἁπλῆν ὑπερτελῆ καὶ παντέλειον. Πᾶν γὰρ ἐξ ἀτελῶν συγκείμενον, σύνθετον πάντως ἐστίν. Ἐκ δὲ τελείων ὑποστάσεων, ἀδύνατον σύνθεσιν γενέσθαι. Ὅθεν οὐδὲ λέγομεν τὸ εἶδος ἐξ ὑποστάσεων, ἀλλ' ἐν ὑποστάσεσιν. Ἀτελῶν δὲ εἴπομεν, τῶν μὴ σωζόντων τὸ εἶδος τοῦ ἐξ αὐτῶν ἀποτελουμένου πράγματος. Λίθος μὲν γὰρ καὶ ξύλον καὶ σίδηρος, ἕκαστον καθ' ἑαυτὸ τέλειόν ἐστι κατὰ τὴν ἰδίαν φύσιν· πρὸς δὲ τὸ ἐξ αὐτῶν ἀποτελούμενον οἴκημα, ἀτελὲς ἕκαστον αὐτῶν ὑπάρχει. Οὐδὲ γάρ ἐστιν ἕκαστον καθ' ἑαυτὸ οἶκος. Τελείας μὲν οὖν τὰς ὑποστάσεις φαμὲν, ἵνα μὴ σύνθεσιν ἐπὶ τῆς θείας νοήσωμεν φύσεως (σύνθεσις γὰρ ἀρχὴ διαστάσεως)· καὶ πάλιν ἐν ἀλλήλαις τὰς τρεῖς ὑποστάσεις λέγομεν, ἵνα μὴ πλῆθος καὶ δῆμον θεῶν εἰσαγάγωμεν. Διὰ μὲν τῶν τριῶν ὑποστάσεων, τὸ ἀσύνθετον καὶ ἀσύγχυτον· διὰ δὲ τοῦ ὁμοουσίου καὶ τοῦ ἐν ἀλλήλαις εἶναι τὰς ὑποστάσεις, καὶ τῆς ταυτότητός τε τοῦ θελήματος καὶ τῆς ἐνεργείας καὶ τῆς δυνάμεως, καὶ τῆς ἐξουσίας, καὶ τῆς κινήσεως, ἴν' οὔτως εἴπω, τὸ ἀδιαίρετον καὶ τὸ εἶναι ἕνα Θεὸν γνωρίζομεν. Εἷς γὰρ ὄντως Θεὸς ὁ Θεὸς, καὶ ὁ Λόγος, καὶ τὸ Πνεῦμα αὐτοῦ. ΚΕΦΑΛ. Ιʹ. Χρὴ δὲ εἰδέναι, ὅτι ἕτερόν ἐστι τὸ πράγματι θεωρεῖσθαι· καὶ ἄλλο, τὸ λόγῳ καὶ ἐπινοίᾳ. Ἐπὶ μὲν οὖν πάντων τῶν κτισμάτων, ἡ μὲν τῶν ὑποστάσεων διαίρεσις πράγματι θεωρεῖται (πράγμασι γὰρ ὁ Πέτρος τοῦ Παύλου κεχωρισμένως θεωρῆται)· ἡ δὲ κοινότης καὶ ἡ συνάφεια καὶ τὸ ἒν, λόγῳ καὶ ἐπινοίᾳ θεωρεῖται. Νοοῦμεν γὰρ τῷ νῷ, ὅτι ὁ Πέτρος καὶ ὁ Παῦλος τῆς αὐτῆς εἰσι φύσεως, καὶ κοινὴν φύσιν ἔχουσι μίαν. Ἕκαστος γὰρ αὐτῶν ζῶόν ἐστι λογικὸν θνητόν· καὶ ἕκαστος σάρξ ἐστιν ἐψυχωμένη ψυχῇ λογικῇ τε καὶ νοερᾷ. Αὕτη οὖν ἡ κοινὴ φύσις τῷ λόγῳ ἐστὶ θεωρητή. Οὐδὲ γὰρ αἱ ὑποστάσεις ἐν ἀλλήλαις εἰσὶν, ἰδίᾳ δὲ ἑκάστη καὶ ἀνὰ μέρος ἤγουν καθ' ἑαυτὴν κεχώρισται, πλεῖστα τὰ διαιροῦντα αὐτὴν ἐκ τῆς ἑτέρας ἔχουσα. Καὶ γὰρ καὶ τόπῳ διεστήκασι, καὶ χρόνῳ διαφέρουσι, καὶ γνώμῃ μερίζονται, καὶ ἰσχύϊ, καὶ μορφῇ, εἴτουν σχήματι, καὶ ἔξει, καὶ κράσει, καὶ ἀξίᾳ, καὶ ἐπιτηδεύματι, καὶ πᾶσι τοῖς χαρακτηριστικοῖς ἰδιώμασι. Πλέον δὲ πάντων, τῷ μὴ ἐν ἀλλήλαις, ἀλλὰ κεχωρισμένως εἶναι. Ὅθεν καὶ δύο καὶ τρεῖς ἄνθρωποι λέγονται, καὶ πολλοί. Τοῦτο δὲ καὶ ἐπὶ πάσης ἔστιν ἰδεῖν τῆς κτίσεως. Ἐπὶ δὲ τῆς ἁγίας καὶ ὑπερουσίου καὶ πάντων ἐπέκεινα καὶ ἀλήπτου Τριάδος, τὸ ἀνάπαλιν. Ἐκεῖ γὰρ τὸ μὲν κοινὸν καὶ ἓν, πράγματι θεωρεῖται, διά τε τὸ συναΐδιον, καὶ τὸ ταυτὸν τῆς οὐσίας καὶ τῆς ἐνεργείας καὶ τοῦ θελήματος, καὶ τὴν τῆς γνώμης σύμπνοιαν, τήν τε τῆς ἐξουσίας καὶ τῆς δυνάμεως καὶ τῆς ἀγαθότητος ταυτότητα (οὐκ εἶπον ὁμοιότητα, ἀλλὰ ταυτότητα), καὶ τὸ ἒν ἔξαλμα τῆς κινήσεως. Μία γὰρ οὐσία, μία ἀγαθότης, μία δύναμις, μία θέλησις, μία ἐνέργεια,