Ancient Greek · ~11 min
Volume 77
Cyrillus Theol., De sancta trinitate [Sp.] 77.1140
Not analysed yet
εἰκόνα ἀπαραλλάκτως ἐν ἑαυτῇ τὸν τρόπον τῆς ἁγίας Τριάδος παραδεικνύουσαν. Τὸ γὰρ κτιστὸν, καὶ σύνθετον, καὶ ῥευστὸν, καὶ τρεπτὸν, καὶ περίγραπτον, καὶ σχῆμα ἔχον καὶ φθαρτὸν, πῶς σαφῶς δηλώσει τὴν πάντων τούτων ἀπηλλαγμένην ὑπερούσιον θείαν οὐσίαν; πᾶσα δὲ ἡ κτίσις δῆλον ὡς τοῖς πλείοσι τούτων ἐνέχεται, καὶ πᾶσα κατὰ τὴν ἑαυτῆς φύσιν τῇ φθορᾷ ὑπόκειται. ΚΕΦΑΛ. Θʹ. Ὁμοίως πιστεύομεν καὶ εἰς ἒν Πνεῦμα ἅγιον, τὸ κύριον καὶ ζωοποιὸν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, καὶ ἐν Υἱῷ ἀναπαυόμενον, τὸ Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, ὡς ὁμοούσιόν τε καὶ συναΐδιον, τὸ τοῦ Θεοῦ Πνεῦμα, τὸ εὐθὲς, τὸ ἡγεμονικὸν, τὴν πηγὴν τῆς ζωῆς καὶ τοῦ ἁγιασμοῦ, Θεὸν σὺν Πατρὶ καὶ Υἱῷ ὑπάρχον καὶ προσαγορευόμενον, ἄκτιστον, πλῆρες, δημιουργὸν, παντοκρατορικὸν, παντουργὸν, παντοδύναμον, ἀπειροδύναμον, δεσπόζον πάσης τῆς κτίσεως, οὐ δεσποζόμενον· θεοῦν, οὐ θεούμενον· πληροῦν, οὐ πληρούμενον· μετεχόμενον, οὐ μετέχον· ἁγιάζον, οὐχ ἁγιαζόμενον· παράκλητον, ὡς τὰς τῶν ὅλων παρακλήσεις δεχόμενον· κατὰ πάντα ὅμοιον τῷ Πατρὶ καὶ τῷ Υἱῷ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, καὶ δι' Υἱοῦ μεταδιδόμενον καὶ μεταλαμβανόμενον ὑπὸ πάσης τῆς κτίσεως· καὶ δι' αὐτοῦ κτῖζον καὶ οὐσιοῦν τὰ σύμπαντα, καὶ ἁγιάζον καὶ συνέχον· ἐνυπόστατον, ἤτοι ἐν ἰδίᾳ ὑποστάσει ὑπάρχον, ἀχώριστον καὶ ἀνεκφοίτητον Πατρὸς καὶ Υἱοῦ· καὶ πάντα ἔχον ὅσα ὁ Πατὴρ καὶ ὁ Υἱὸς, πλὴν τῆς ἀγεννησίας καὶ τῆς γεννήσεως. Ὁ μὲν γὰρ Πατὴρ ἀναίτιος καὶ ἀγέννητος· οὐ γὰρ ἔκ τινος (ἐξ ἑαυτοῦ γὰρ τὸ εἶναι ἔχει), οὐδέ τι τῶν ὅσαπερ ἔχει, ἐξ ἑτέρου ἔχει· αὐτὸς δὲ μᾶλλόν ἐστιν ἀρχὴ καὶ αἰτία τοῦ εἶναι καὶ τοῦ πως εἶναι φυσικῶς τοῖς πᾶσιν. Ὁ δὲ Υἱὸς ἐκ τοῦ Πατρὸς γεννητῶς. Τὸ δὲ Πνεῦμα τὸ ἅγιον, καὶ αὐτὸ μὲν ἐκ τοῦ Πατρὸς, ἀλλ' οὐ γεννητῶς, ἀλλ' ἐκπορευτῶς. Καὶ ὅτι μὲν ἕστι διαφορὰ[ν] γεννήσεως καὶ ἐκπορεύσεως, μεμαθήκαμεν· τίς δὲ ὁ τρόπος τῆς διαφορᾶς, οὐδαμῶς. Ἅμα δὲ καὶ ἡ Υἱοῦ ἐκ τοῦ Πατρὸς γέννησις, καὶ ἡ τοῦ ἁγίου Πνεύματος ἐκπόρευσις. Πάντα οὖν ὅσα ἔχει ὁ Υἱὸς καὶ τὸ Πνεῦμα, ἐκ τοῦ Πατρὸς ἔχει· καὶ αὐτὸ τὸ εἶναι. Καὶ εἰ μὴ ὁ Πατὴρ ἔστιν, οὐδὲ ὁ Υἱὸς ἔστιν, οὐδὲ τὸ Πνεῦμα. Καὶ εἰ μὴ ὁ Πατὴρ ἔχει τι, οὐδὲ ὁ Υἱὸς ἔχει, οὐδὲ τὸ Πνεῦμα· καὶ διὰ τὸν Πατέρα, τουτέστι, διὰ τὸ εἶναι τὸν Πατέρα, ἔστιν ὁ Υἱὸς καὶ τὸ Πνεῦμα· καὶ διὰ τὸν Πατέρα ἔχει ὁ Υἱὸς καὶ τὸ Πνεῦμα πάντα ἃ ἔχει, τουτέστι, διὰ τὸ τὸν Πατέρα ἔχειν αὐτὰ, πλὴν τῆς ἀγεννησίας καὶ τῆς γεννήσεως, καὶ τῆς ἐκπορεύσεως. Ἐν ταύταις γὰρ μόναις ταῖς ὑποστατικαῖς ἰδιότησι διαφέρουσιν ἀλλήλων αἱ ἅγιαι τρεῖς ὑποστάσεις· οὐκ οὐσίᾳ, τῷ δὲ χαρακτηριστικῷ τῆς ἰδίας ὑποστάσεως ἀδιαιρέτως διαιρούμεναι. Φαμὲν δὲ ἕκαστον τῶν τριῶν τελείαν ἔχειν ὑπόστασιν (ἵνα μὴ ἐκ τριῶν ἀτελῶν μίαν σύνθετον φύσιν τελείαν