Ancient Greek · ~10 min
Volume 77
Cyrillus Theol., De sancta trinitate [Sp.] 77.1145
Not analysed yet
ἔκ τινος, λέγομεν δὲ αὐτὸν τοῦ Υἱοῦ Πατέρα. Τὸν δὲ Υἱὸν οὐ λέγομεν ἀναίτιον, οὐδὲ Πατέρα· λέγομεν δὲ αὐτὸν ἐκ τοῦ Πατρὸς, καὶ Υἱὸν τοῦ Πατρός. Τὸ δὲ Πνεῦμα τὸ ἅγιον, καὶ ἐκ τοῦ Πατρὸς λέγομεν, καὶ Πνεῦμα Πατρὸς ὀνομάζομεν. Ἐκ τοῦ Υἱοῦ δὲ τὸ Πνεῦμα οὐ λέγομεν, Πνεῦμα δὲ Υἱοῦ ὀνομάζομεν («Εἴ τις γὰρ Πνεῦμα Χριστοῦ οὐκ ἔχει,» φησὶν ὁ θεῖος Ἀπόστολος)· καὶ δι' Υἱοῦ πεφανερῶσθαι καὶ μεταδεδόσθαι ἡμῖν ὁμολογοῦμεν. «Ἐνεφύσησε γὰρ, φησὶ, καὶ εἶπε τοῖς μαθηταῖς αὑτοῦ· Λάβετε Πνεῦμα ἅγιον.» Ὥσπερ ἐκ τοῦ ἡλίου μὲν, ἥ τε ἀκτὶς καὶ ἡ ἔλλαμψις (αὐτὸς γάρ ἐστιν ἡ πηγὴ τῆς ἀκτῖνος καὶ τῆς ἐλλάμψεως), διὰ δὲ τῆς ἀκτῖνος ἡ ἔλλαμψις ἡμῖν μεταδίδοται, καὶ αὕτη ἐστὶν ἡ φωτίζουσα ἡμᾶς, καὶ μετεχομένη ὑφ' ἡμῶν. Τὸν δὲ Υἱὸν οὔτε τοῦ Πνεύματος λέγομεν, οὔτε μὴν ἐκ τοῦ Πνεύματος. ΚΕΦΑΛ. ΙΑʹ. Χρὴ τοίνυν ἕκαστον τῶν ἐπὶ Θεοῦ λεγομένων, οὐ τί κατ' οὐσίαν σημαίνειν οἴεσθαι, ἄλλ' ἢ τί οὐκ ἔστι δηλοῦν, ἢ σχέσιν τινὰ πρός τι τῶν ἀντιδιαστελλομένων, ἤ τι τῶν παρεπομένων τῇ φύσει, ἢ ἐνέργειαν, ἢ αὐτοῦ τοῦ εἶναι παραστατικόν· δοκεῖ μὲν οὖν κυριώτερον πάντων τῶν ἐπὶ τοῦ Θεοῦ ὀνομάτων εἶναι, τὸ ὄν [ἴσ. ὁ ὤν]. Ὅλον γὰρ ἐν ἑαυτῷ συλλαβὸν ἔχει τὸ εἶναι, οἷόν τι πέλαγος οὐσίας ἅπειρον καὶ ἀόριστον. Δεύτερον δὲ, τὸ Θεὸς ὄνομα, ὃ σημαίνει μὲν καὶ τὸ ποιητικὸν (θεῖναι γὰρ τὸ ποιῆσαι· καὶ θεὶς, ὁ ποιήσας), ἀριδηλότερον δὲ τῆς θεατικῆς ἐνεργείας ἐστὶ παραστατικόν. Καὶ αὐτῶν γὰρ τῶν μήπω γενομένων, ὡς ὑπ' ὄψιν κειμένων θεατής ἐστιν ὁ Θεός. Ἐθεάσατο γὰρ τὰ πάντα πρὶν γενέσεως αὐτῶν ἀχρόνως ἐννοήσας· καὶ ἕκαστον κατὰ τὴν θελητικὴν αὐτοῦ ἔννοιαν, ἄχρονον (ἤτις ἐστὶ προορισμὸς καὶ εἰκὼν καὶ παράδειγμα), καὶ ἐν τῷ προορισθέντι καιρῷ γίνεται. Τὸ μὲν οὖν πρότερον αὐτοῦ τοῦ εἶναι παραστατικόν ἐστι, καὶ οὐ τοῦ τί εἶναι· τὸ δὲ δεύτερον, ἐνεργείας. Τὸ δὲ ἄναρχον, καὶ ἄκτιστον, καὶ ἀσώματον, καὶ τὰ τοιαῦτα, τί οὐκ ἔστι, δηλοῖ· τὸ δὲ ἀγαθὸν καὶ δίκαιον καὶ ὅσιον καὶ τὰ τοιαῦτα, τῇ μὲν θείᾳ φύσει παρέπονται, οὐκ αὐτὴν δὲ τὴν οὐσίαν δηλοῦσι. Τὸ δὲ Κύριος, βασιλεὺς, δεσπότης, καὶ τὰ τοιαῦτα, σχέσιν πρὸς τὰ ἀντιδιαστελλόμενα δηλοῦσι· τῶν γὰρ κυριευομένων καὶ βασιλευομένων λέγεται Κύριος καὶ Βασιλεύς. ΚΕΦΑΛ. ΙΒʹ. Ἐπεὶ δὲ πλεῖστα περὶ Θεοῦ σωματικώτερον ἐν τῇ θείᾳ Γραφῇ συμβολικῶς εἰρημένα εὑρίσκομεν, εἰδέναι χρὴ, ὡς ἀνθρώπους ὄντας ἡμᾶς, καὶ τὸ παχὺ τοῦτο σαρκίον περικειμένους, τὰς θείας καὶ ὑψηλὰς