Ancient Greek · ~10 min
Volume 77
Cyrillus Theol., De sancta trinitate [Sp.] 77.1148
Not analysed yet
καὶ ἀΰλους τῆς Θεότητος ἐνεργείας νοεῖν ἢ λέγειν ἀδύνατον, εἰ μὴ εἰκόσι καὶ τύποις καὶ συμβόλοις τοῖς καθ' ἡμᾶς χρησαίμεθα. Ὅσα τοίνυν περὶ Θεοῦ σωματικώτερον εἴρηται, συμβολικῶς μὲν λέγονται· ἔχει δέ τινα ὑψηλοτέραν διάνοιαν. Ἁπλοῦν γὰρ τὸ Θεῖον καὶ ἀσχημάτιστον. Ὀφθαλμοὺς μὲν οὖν Θεοῦ καὶ βλέφαρα καὶ ὅρασιν, τὴν τῶν ἁπάντων ἐποπτικὴν αὐτοῦ δύναμιν, καὶ τὸ ἀλάθητον τῆς αὐτοῦ γνώσεως ἐννοήσωμεν, ἀπὸ τοῦ παρ' ἡμῖν διὰ ταύτης τῆς αἰσθήσεως ἐντελεστέραν γνῶσιν καὶ πληροφορίαν ἐγγίνεσθαι. Ὦτα δὲ καὶ ἀκοὴν, τὸ ἐξιλεωτικὸν αὐτοῦ καὶ τῆς ἡμετέρας δεκτικὸν δεήσεως. Καὶ γὰρ ἡμεῖς τοῖς τὰς ἱκεσίας ποιουμένοις, διὰ ταύτης τῆς αἰσθήσεως εὐμενεῖς γινόμεθα, γνησιώτερον αὐτοῖς τὸ οὖς ἐπικλίνοντες. Στόμα δὲ καὶ λαλιὰν, τὸ ἐνδεικτικὸν τῆς βουλήσεως αὐτοῦ, ἐκ τοῦ παρ' ἡμῖν διὰ στόματος καὶ λαλιᾶς σημαίνεσθαι τὰ ἐγκάρδια νοήματα. Βρῶσιν δὲ καὶ πόσιν, τὴν ἡμετέραν πρὸς τὸ αὐτοῦ θέλημα συνδρομήν. Καὶ γὰρ ἡμεῖς διὰ τῆς γευστικῆς αἰσθήσεως, τὴν τῆς φύσεως ἀναπληροῦμεν ἀναγκαίαν ὄρεξιν. Ὄσφρησιν δὲ, τὸ ἀποδεκτικὸν τῆς πρὸς αὐτὸν ἡμῶν ἐννοίας τε καὶ εὐνοίας, ἐκ τοῦ παρ' ἡμῖν διὰ ταύτης τῆς αἰσθήσεως τὴν τῆς εὐωδίας ἀποδοχὴν ἐγγίνεσθαι. Πρόσωπον δὲ, τὴν δι' ἔργων αὐτοῦ ἔνδειξίν τε καὶ ἐμφάνειαν, ἐκ τοῦ τὴν ἡμετέραν ἐμφάνειαν διὰ προσώπου γίνεσθαι. Χεῖρας δὲ, τὸ ἀνυστικὸν τῆς ἐνεργείας αὐτοῦ. Καὶ γὰρ ἡμεῖς τὰ χρειώδη καὶ μάλιστα τιμιώτερα διὰ τῶν οἰκείων κατορθοῦμεν χειρῶν. Δεξιὰν δὲ, τὴν ἐπὶ τοῖς αἰσίοις αὐτοῦ βοήθειαν, ἐκ τοῦ καὶ ἡμᾶς μᾶλλον ἐπὶ τῶν τιμιωτέρων καὶ πλείστης ἰσχύος δεομένων τῇ δεξιᾷ κεχρῆσθαι. Ψηλάφησιν δὲ, τὴν ἀκριβεστέραν αὐτοῦ καὶ τῶν λίαν λεπτῶν τε καὶ κρυπτῶν διάγνωσίν τε καὶ εἴσπραξιν, ἐκ τοῦ παρ' ἡμῖν μὴ δύνασθαι τοὺς ψηλαφωμένους ἐν ἑαυτοῖς κρύπτειν τι. Πόδας δὲ καὶ βάδισιν, τὴν πρὸς ἐπικουρίαν τῶν δεομένων ἢ ἐχθρῶν ἄμυναν, ἢ ἄλλην τινὰ πρᾶξιν, ἔλευσίν τε καὶ παρουσίαν· ἐκ τοῦ παρ' ἡμῖν διὰ τῆς τῶν ποδῶν χρήσεως ἀποτελεῖσθαι τὴν ἄφιξιν. Ὅρκον δὲ, τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ, ἐκ τοῦ παρ' ἡμῖν δι' ὅρκου τὰς πρὸς ἀλλήλους βεβαιοῦσθαι συνθήκας. Ὀργὴν δὲ καὶ θυμὸν, τὴν πρὸς τὴν κακίαν ἀπέχθειάν τε καὶ ἀποστροφήν. Καὶ γὰρ ἡμεῖς τὰ ἐναντία τῆς γνώμης μισοῦντες ὀργιζόμεθα. Λήθην δὲ καὶ ὕπνον καὶ νυσταγμὸν, καὶ ὑπέρθεσιν τῆς κατὰ τῶν ἐχθρῶν ἀμύνης, καὶ τὴν τῆς συνήθους βοηθείας πρὸς τοὺς οἰκείους ἀναβολήν. Καὶ ἁπλῶς εἰπεῖν, πάντα τὰ σωματικῶς εἰρημένα ἐπὶ Θεοῦ, κεκρυμμένην ἔχει τινὰ ἔννοιαν, ἐκ τῶν καθ' ἡμᾶς τὰ ὑπὲρ ἡμᾶς ἐκδιδάσκουσαν. ΚΕΦΑΛ. ΙΓʹ. Τὸ μέντοι ἄκτιστον καὶ ἀπερίγραπτον καὶ ὑπερούσιον, καὶ τὰ τοιαῦτα, κοινὰ Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Διὰ τοῦτο καὶ τῆς θείας φύσεως ἰδιώματα λέγονται· τῆς θείας μὲν φύσεως, ὅτι φυσι-