Ancient Greek · ~10 min
Volume 77
Cyrillus Theol., De sancta trinitate [Sp.] 77.1149
Not analysed yet
κὰ, καὶ οὐχ ὑποστατικὰ, ταῖς τρισὶν ὁμοτίμως προσόντα τῆς Θεότητος ὑποστάσεσιν· ἰδιώματα δὲ, ὡς ἄλλῃ πάσῃ φύσει, πλὴν μόνης τῆς θείας οὐσίας, πάμπαν ἀμέθεκτα, μήτε ἀνθρώποις, μήτε ἀγγέλοις ὅλως ἐνθεωρούμενα. Καλεῖται δὲ καὶ οὐσία, καὶ φύσις, καὶ μορφὴ, [τὸ ἓν καὶ ταυτόν· καὶ οὐσία μὲν, ὡς τὸ καθ' αὑτὸ εἶναι ἔχουσα· φύσις δὲ,] ὡς φύουσα τὰς ὑποστάσεις· μορφὴ δὲ, ὡς ὅλων τῶν μορφουμένων τῶν ὑπ' αὐτὴν, ἤτοι τῶν χαρακτήρων συλληπτική. Τὰ δὲ περιεχόμενα λέγονται καὶ ἄτομα καὶ ὑποστάσεις καὶ πρόσωπα. Καὶ ἄτομα μὲν, διὰ τὸ μηδὲν αὐτῶν τομὴν ἢ διαίρεσιν ὑποδέχεσθαι. Τῆς γὰρ ἀνθρωπίνης οὐσίας, ταυτὸν δ' εἰπεῖν ἀνθρωπότητος, εἰς τοὺς κατ' αἴσθησιν ἀνθρώπους διαιρουμένης, οὐδεὶς αὐτῶν εἰς ἄλλους ἀνθρώπους τέμνεσθαι δύναται, ζῶα λογικὰ καὶ θνητὰ, νοῦ καὶ ἐπιστήμης δεκτικά· καὶ κατὰ τοῦτον τὸν λόγον, οἱ ἐπὶ μέρους ἅπαντες, ἄτομα. Ὑποστάσεις δὲ, ὡς ὑπὸ τὴν φύσιν ἑστῶτα καὶ μένοντα, καθόλου ταύτης οὔσης καὶ θεωρουμένης ἐννοηματικῶς· τῶν δὲ μερικῶν ὄντων καὶ τὸ εἶναι ἐχόντων πραγματικῶς. Πρόσωπα δὲ, διότι ἕκαστον αὐτῶν οἰκεῖον ἔχει χαρακτῆρα τοῖς λοιποῖς ἀκοινώνητον. Τοιγαροῦν ἐπὶ τῆς Θεότητος μίαν οὐσίαν, μίαν φύσιν, μίαν μορφὴν δογματίζομεν· ἄτομα δὲ τρία, τρεῖς ὑποστάσεις, τρία πρόσωπα, χαρακτῆρσι καταλλήλοις, εἴτουν ἰδιώμασι, γνωριζόμενα. Χαρακτὴρ δὲ λέγεται τῆς πατρικῆς ὑποστάσεως ὁ Υἱὸς, οὐχ ὅτι αὐτός ἐστι τὸ ἴδιον τοῦ Πατρὸς (τίς γὰρ τοῦτ' ἂν ὑπονοήσειε λόγου μετεσχηκώς), ἀλλ' ὅτι καθὸ Πατὴρ ὁ Πατὴρ, ἐκ τοῦ ἔχειν Υἱὸν χαρακτηρίζεται καὶ γνωρίζεται. Καὶ ὅτι πάντως τὰ τοῦ Πατρὸς ἔχων ὁ Υἱὸς ἐν ἑαυτῷ, μένων Υἱὸς, δείκνυσι τὸν ἐξ οὗ, καθάπερ εἰκὼν αὐτοῦ φυσικὴ ἀπαράλλακτος. Διό φησιν· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα.» Νοῦς δὲ ὢν ὁ ἄναρχος φύσει Θεὸς, ὁμοφυοῦς ὑπάρχει Λόγου πηγαστικός. Πατὴρ δὲ ὢν, γεννητικός ἐστιν ὁμοουσίου Υἱοῦ. Διὰ τοῦτο καὶ Θεοῦ Λόγος καὶ Υἱὸς τοῦ Πατρὸς ὁ αὐτός. ΚΕΦΑΛ. ΙΔʹ. Οὗτος ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ καὶ Πατρὸς, δι' οὗ πᾶσαν τὴν κτίσιν, ὡς δι' οἰκείας σοφίας τε καὶ δυνάμεως, ἐδημιούργησεν ὁ Πατὴρ (αὐτὸς γάρ ἐστιν ἡ τοῦ Πατρὸς σοφία καὶ δύναμις)· οὗτος δι' ἡμᾶς, εὐδοκίᾳ τοῦ γεγεννηκότος αὐτὸν, ἐνηνθρώπισεν, ἐν τῷ Πατρὶ ὢν, καὶ μεθ' ἡμῶν γεγονὼς (ἀπερίγραπτος γάρ)· καὶ σάρκα, ψυχὴν, νοῦν, λόγον, θέλησιν, ἐνέργειαν, πάντα τὰ κατὰ φύσιν ἀνθρώπῳ προσόντα, προσείληφε· μηδ' αὐτῶν τῶν μετὰ τὴν πρώτην ἁμαρτίαν ἐπεισαχθέντων ἡμῖν παθῶν, ὧν οὐ καθικνεῖται μῶμος, μείνας ἀπείρατος· ἀλλὰ καὶ ταῦτα διὰ πολλὴν συγκατάβασιν προσηκάμενος· ἵνα μετασκευάσῃ πρὸς τὸ κρεῖττον πᾶσαν τὴν ἀνθρωπότητα· καὶ ἁπλῶς εἰπεῖν, τέλειος γέγονεν ἄνθρωπος, οὐ κατὰ φαντασίαν ἢ δόκησιν, ἀλλ' ὄντως καὶ