Ancient Greek · ~10 min
Volume 77
Cyrillus Theol., De sancta trinitate [Sp.] 77.1153
Not analysed yet
εἶχε παρείσδυσιν; Προαίρεσις μὲν οὖν ἁπλῶς ἐστι, πρόοδος πρὸς τὸ αἱρετὸν, ἤγουν αὐτεξούσιος ἔλλογος ὁρμὴ πρὸς τὸ θελητὸν, ἥτις πρόσεστι κατὰ φύσιν παντὶ λογικῷ. Προαίρεσις λέγεται πάλιν, ἡ πρὸ ἑτέρου αἵρεσις, ἥτις γίνεται βουλῆς προηγησαμένης· εἶτα κρίσεως, μεθ' ἣν ἡ πρὸς τὸ ἐκ βουλῆς κριθὲν διάθεσις ἕπεται, καὶ λέγεται γνώμη· τὴν γνώμην, ἡ νῦν δηλουμένη προαίρεσις, εἴτουν ἡ ἐπιλογὴ τοῦ δόξαντος καλοῦ, διαδέχεται. Τὴν τοιαύτην προαίρεσιν οὐκ ἂν εἴποι τις εὐφρονῶν ἐπὶ τοῦ Χριστοῦ. Ποίας γὰρ ἦν βουλῆς ἐνδεὴς, ἢ τίνος τῶν ἐκ βουλῆς, ὁ θαυμαστὸς σύμβουλος, ἡ σοφία τοῦ Θεοῦ καὶ Πατρός; ἢ πῶς ἂν προαίρεσις ἡ ἐν ἡμῖν, τῷ προεκλεξαμένῳ τὸ ἀγαθὸν, καθὼς μεμαρτύρηται; Καὶ γὰρ Ἡσαΐας προανακέκραγεν, ὅτι πρὶν ἢ γνῶναι αὐτὸν, ἢ προελέσθαι πονηρὰ, ἐκλέξεται τὸ ἀγαθὸν, τουτέστιν, οὔτ' ἂν γνοίη πονηρὰ συνόλως οὗτος, οὔτ' ἂν προέλοιτο· τὸ δὲ ἀγαθὸν ἐκ πρώτης ἀρχῆς ἐκλέξεται. Καὶ αὖθις· «Πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν, ἀπειθεῖ πονηρίᾳ, τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν.» Ἤγουν πρὸ πάσης γνώσεως τὸ παιδίον ἐν ἄκρᾳ νηπιότητι πρὸς τὸ πονηρὸν ἀπειθῶς ἔχον καὶ ἀῤῥεπῶς, τὸ ἀγαθὸν οἰκειώσεται· τὸ δὲ, πρὶν ἢ γνῶναι, κατὰ τὸ φαινόμενον εἴρηται. Πότε γὰρ ἦν μὴ γινῶσκον τὸ παιδίον, ἐν ᾧ πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι καταλλήλοις καιροῖς ἐφ' ὅσον ἐχρῆν φανερούμενοι; Τοιοῦτόν ἐστι καὶ σοφίᾳ καὶ χάριτι προκόπτειν μετὰ τῆς ἡλικίας τὸν Ἰησοῦν, κατὰ τὸ φαινόμενον δηλαδή. Τῆς μὲν γὰρ ἡλικίας ἐπίδοσις ἦν, αὐξουμένου τοῦ σώματος φυσικῶς· καὶ σοφίας δὲ καὶ χάριτος τῶν πρωτίστων καὶ ἀκροτάτων οὐκ ἐπίδοσις, ἀλλὰ φανέρωσις εὔκαιρος. Τοιγαροῦν ὁ Χριστὸς, Θεὸς ὢν ἡνωμένος τῇ ἀνθρωπίνῃ οὐσίᾳ καθ' ὑπόστασιν, ἦν ἀγαθὸς ὡς Θεός. Εἶχε δὲ καὶ ὡς ἄνθρωπος αὐτεξουσίως τὸ ἀγαθὸν κατὰ φύσιν ὄν. Ὥσπερ γὰρ τὸ κακὸν καὶ ἡ ἁμαρτία παρὰ φύσιν, οὕτω δὴ τὸ ἀγαθὸν καὶ ἡ ἀρετὴ κατὰ φύσιν ἐστί. Διὰ τοῦτο καὶ ἡ ἁμαρτία τὴν τοιαύτην ἔσχε προσηγορίαν, ὡς ἀποτυχία τοῦ κατὰ φύσιν ἀγαθοῦ. ΚΕΦΑΛ. Ιϛʹ. Οἱ μὲν οὖν ἄγγελοι, δυσκίνητοι πρὸς τὸ κακὸν καὶ λέγονται καὶ εἰσὶ, τῇ πρὸς Θεὸν προσεδρείᾳ καὶ τῇ ἐκεῖθεν ἐλλάμψει τῇ συνεχεῖ βοηθούμενοι· ἡ δὲ τοῦ Κυρίου ψυχὴ παντελῶς πρὸς τὸ κακὸν ἀκίνητος ἦν, αὐτὸν ἔχουσα τὸν Θεὸν Λόγον ἐν ἑαυτῇ· οὐ κατὰ σχέσιν, ἀλλὰ καθ' ἕνωσιν. Καὶ ἡ μὲν τὴν ἡγεμονίαν ἐνήργει τοῦ σώματος· ὁ δὲ Θεὸς Λόγος ἦν αὐτῆς ἡγεμὼν, αὐτεξουσίως ἑπομένης αὐτῷ καὶ τὴν τοῦ θείου θελήματος αὐτοῦ καὶ λίαν ἐπιποθούσης ἐκπλήρωσιν τῷ τῆς ἁγιότητος ὑπερβάλλοντι. Διὸ καὶ ὁ Κύριος πρὸς τὸν αὑτοῦ Πατέρα προσευχόμενος ἐν τῷ