Ancient Greek · ~10 min
Volume 77
Cyrillus Theol., De sancta trinitate [Sp.] 77.1156
Not analysed yet
καιρῷ τοῦ πάθους ὡς ἄνθρωπος ἔλεγεν· «Οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ· γενηθήτω τὸ θέλημά σου.» Καὶ γὰρ οὗτος ὁ λόγος τῆς τοῦ Κυρίου ψυχῆς ἒν εἰδυίας θέλημα τοῦ ἡνωμένου ταύτῃ Θεοῦ Λόγου καὶ τοῦ Πατρός. Εἶχε μὲν οὖν ὁ Δεσπότης τὰ τῶν δούλων, διὰ τοὺς δούλους· ἀλλ' ὑπὲρ τοὺς δούλους. Δεσπότης γὰρ ἦν, εἰ καὶ δούλου εἴληφε μορφήν. Ἐπείνα κατὰ ἀλήθειαν, ὡς ἡμεῖς, ἐδίψα, νυσταγμὸν ἔφερε, κοπιῶν ἦν, λυπούμενος ἦν, δακρύων, δειλιῶν, ἀγωνιῶν, ἀλλ' ἑκουσίως, ὅτε θέλων αὐτὸς ἐνεδίδου τῇ αὑτοῦ ἀνθρωπότητι τὸ ἴδιον ἀμέμπτως ποιεῖν. Τοῦτο ὑπὲρ ἡμᾶς. Πάλιν ἤσθιεν, ἔπινεν, ἐκάθευδε, διελέγετο, καθάπερ ἡμεῖς, ἀλλὰ πάντη ἀναμαρτήτως. Τοῦτο ὑπὲρ ἡμᾶς. Τίνι γὰρ ἂν ἡμῶν ἐν τοῖς φυσικοῖς ἀδιαβλήτοις εὑρεθείη διόλου τὸ ἄμεμπτον; Ἔπασχεν ὑπὲρ ἡμῶν, ἤλγει τῇ ἐν σταυρῷ προσηλώσει καὶ διατάσει· τέλος, ἀπέθανεν, ἀλλ' ἐθελούσιον ἦν αὐτῷ καὶ τὸ πάθος, καὶ τὸ ἄλγος, καὶ τὸ θανεῖν. Ἔπασχεν ἡ σὰρξ, ἤλγει φυσικῶς ἡ ψυχὴ διὰ τὴν συνάφειαν (ἐξ αὐτῆς γὰρ ἡ αἴσθησις τῇ σαρκί)· πλὴν ἡ θεότης ἡ ἐν ἀμφοῖν ἀδιαίρετος ἦν ΚΕΦΑΛ. ΙΖʹ Παθὼν ὁ Κύριος καὶ θάνων καὶ ταφεὶς ἀπετινάξατο τὴν φθορὰν καὶ τὰ τῆς φθορᾶς· καὶ κατασκευάσας αὑτοῦ τὸ σῶμα πρὸς ἀφθαρσίαν, καὶ τὴν οἰκείαν ψυχὴν κατ' ἐξουσίαν ὡς Θεὸς προσλαβόμενος, ἀνέστη τριήμερος. «Ἐγὼ γὰρ τίθημι τὴν ψυχήν μου, φησὶν, ἵνα πάλιν λάβω αὐτήν. Ἐξουσίαν ἔχω θεῖναι αὐτὴν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν.» Εἰ δὲ καὶ μετὰ τὴν ἀνάστασιν ὁ Κύριος ἔφαγεν, ἀλλὰ κατ' οἰκονομίαν τοῦτο πεποίηκε, τοῖς ἰδίοις παριστῶν μαθηταῖς ὡς αὐτὸς ἦν ἀναστὰς, ὁ πρότερον ὢν μετ' αὐτῶν. Ὅτε δὲ λέγω κατ' οἰκονομίαν, τὴν φαντασίαν ἐκκρούομαι. Καὶ γὰρ ἔφαγεν ἀληθῶς· τὴν τροφὴν δὲ καινοπρεπῶς, ὡς οἶδεν αὐτὸς, διῳκήσατο. Διὰ τοῦτο καὶ τύπους ἐδείκνυ πληγῶν· τὰ γενόμενα μὲν, μὴ ὄντα δὲ, παρόντα ποιῶν ὁ πάντα δυνάμενος. Ἐπεί τοί γε τὸ σῶμα ἐκεῖνο, πάσης ἐνδείας, πάσης ἀντιτυπείας ὑπέρτερον γεγονὸς, οὔτε τροφὰς, οὔτε ψηλαφήσεις προσίετο. Διὸ καὶ μὴ κατὰ σάρκα νῦν εἶναι τὸν Κύριον λέγομεν, ὡς τὰ τῆς σαρκὸς ἀποθέμενον· τροφῆς ἔφεσιν ὕπνον, κόπον, καὶ τὰ τοιαῦτα· πρὸς τούτοις, καὶ τὸ ἀντίτυπον. Τὸ σῶμα γὰρ αὐτοῦ διὰ τῆς ἀπεκδύσεως τῆς φθορᾶς, ἀνενδεὲς ἀπετελέσθη, καὶ ἀπαθὲς, καὶ ἀναφὲς, καὶ ἀθάνατον· οὐ μὴν καὶ ἄκτιστον, οὔτ' αὖ ἀπερίγραπτον. Ταῦτα γὰρ μόνης Θεότητος· καὶ ἵν' εἴπω συνελὼν, ὅσον μὲν ἦν δεκτικὸν θείων αὐχημάτων τὸ ἀνθρώπινον τοῦ Χριστοῦ, μετέσχεν ὑπ' αὐτοῦ τοῦ Λόγου διὰ τὴν ἔνωσιν, δι' ἢν καὶ σεπτόν ἐστι καὶ προσκυνητόν. Ὅσον δ' οὐκ ἦν δεκτικὸν, οὐ μετέσχεν, ἵνα κἀντεῦθεν τό τε διάφορον τῶν φύσεων τοῦ Χριστοῦ, τό τε μοναδικὸν τοῦ προσώπου γινώσκωμεν.