Ancient Greek · ~11 min
Volume 77
Cyrillus Theol., De sancta trinitate [Sp.] 77.1161
Not analysed yet
γως γινομένη καὶ μετὰ γνώσεως ἐν τοῖς λογικοῖς. Λέγεται γνώμη καὶ ἡ ἐκ προβουλεύσεως καὶ κρίσεως περί τι διάθεσις· οὐκ ἀσφαλὲς ἢ γνώμην ἢ θέλημα γνωμικὸν εἰπεῖν ἐπὶ τοῦ Χριστοῦ κατὰ τὸ τῆς γνώμης δεύτερον σημαινόμενον· διὰ τὸ συνεισάγεσθαι τούτοις τὴν ἄγνοιαν. Εἰ γὰρ καὶ τὴν ἀγνοοῦσαν ὁ Κύριος φύσιν ἔλαβεν, ἀλλὰ τῶν θείων αὐχημάτων ταύτῃ μετέδωκε. Καὶ ἦν ἡ τοῦ Κυρίου ψυχὴ πᾶσαν ἔχουσα σοφίαν θείαν ἅμα δὴ καὶ ἀνθρωπικήν· πᾶσαν γνῶσιν τῶν γεγονότων, τῶν ὄντων, τῶν ἐσομένων· οὐ φύσει, οὐ χάριτι· διὰ δὲ τὴν πρὸς αὐτὸν τὸν μόνον σοφὸν καὶ πάντα καὶ πρὸ τῆς αὐτῶν γενέσεως εἰδότα προαιωνίως, καθ' ὑπόστασιν ἕνωσιν. Ποίας οὖν ἔχρῃζεν αὕτη βουλῆς; τίνος τῶν μετὰ τὴν βουλὴν, ἡ πάντα γινώσκουσα, καθὼς ἔφημεν. Εἰ δέ ποτε πεινῶντα τὸν Κύριον, ἐλθεῖν γέγραπται πρὸς συκῆν καρπὸν οὐκ ἔχουσαν, εἰ ἄρα εὑρήσει τι ἐν αὐτῇ, καὶ οὐχ εὗρεν εἰ μὴ φύλλα· καθ' ὑπόνοιαν ὁ τοιοῦτος τοῦ λόγου σχηματισμὸς, καθὼς ἂν ὑπενόησεν ἴσως ὁ τὴν αὐτοῦ πρὸς τὴν συκῆν κατιδὼν ἔλευσιν, μὴ μέντοι τὸν τῆς οἰκονομίας λόγον εἰδώς. Τίνι γὰρ ἂν καὶ τῶν τυχόντων ἠγνοήθη τὸ πρόδηλον, ἐπεὶ καιρὸς σύκων οὐκ ἦν; Ἀλλ' ὡς ἂν ὁ τὸ πᾶν ἰσχύων ἐνδείξηται κατὰ καιρὸν, ὅτι μὴ μόνον εὐεργετικὴν ἔχει δύναμιν, ἀλλά γε καὶ τιμωρητικήν· καὶ ὡς ὅπερ ἐθέλοι λόγῳ μόνῳ τοὺς σταυρώσοντας ἀποξηρανεῖ· τὴν πεῖναν, καὶ τὴν πρὸς τὴν συκῆν ἔλευσιν προηγούμενα τίθησι τῆς τοιαύτης ἐνδείξεως ὁ σοφὸς καὶ φιλάνθρωπος. Διά τοι τοῦτο καὶ παρὰ τὸ εἰωθὸς ἡ πεῖνα πρωΐας οὔσης, καθὼς τεθέλητο. Τοιγαροῦν ἡ πρὸς τὴν συκῆν ἄφιξις, ὡσαύτως καὶ ἡ περὶ τοῦ Λαζάρου πεῦσις ὅποι τέθοιτο θανὼν ἐκεῖνος, καὶ εἴ τι παραπλήσιον, οὐκ ἀγνοίας, ἀλλ' οἰκονομίας καὶ προσφόρου συγκαταβάσεως. Κατὰ μὲν οὖν τὸ δεύτερον τῆς γνώμης καὶ τῆς προαιρέσεως σημαινόμενον, οὔτε γνώμην, οὔτε προαίρεσιν εἴποιμεν ἂν ἐπὶ τοῦ Χριστοῦ. Κατὰ δὲ τὸ πρῶτον, καὶ κατὰ γνώμην Θεοῦ τόδε τι διαπεπράχθαι φαμὲν, τουτέστι θελητὸν τῷ Θεῷ, καὶ ἀποδεκτὸν τὸ πραχθέν· ὡς εἰ λέγοιμεν τὸν Δαβὶδ βεβασιλευκέναι κατὰ γνώμην Θεοῦ. Καὶ προαιρετικὸς μὲν ὁ τοῦ Θεοῦ Λόγος· προαιρετικὸν δὲ τὸ Πνεῦμα τὸ ἅγιον εἴρηται. Δέον οὖν ἐρευνᾶσθαι τὴν λέξιν ἐν ἅπασιν, εἰ πλείω δηλοῖ τοῦ ἑνὸς, καὶ μετ' εὐκρινείας τοὺς λόγους προβαίνειν πρὸς τὰ δηλούμενα. Πολλὴ γὰρ ἡ ἐκ τῆς ὁμωνυμίας ἀπάτη, καὶ πρῶτος αὕτη τρόπος ἐν τοῖς σοφίσμασιν. ΚΕΦΑΛ. ΚΒʹ. Οὔτω τοι καὶ τὸ Θεὸς ὄνομα καὶ τὸ ἄνθρωπος, ποτὲ μὲν φύσιν σημαίνει, ποτὲ δ' ὑπόστασιν. Ἡ δὲ θεότης ὡσαύτως καὶ ἡ ἀνθρωπότης, φύσιν ἀεὶ μόνην, ἀλλ' οὔποτε καὶ ὑπόστασιν. Τὸ δὲ Χριστὸς ὑπόστασιν δηλοῖ σύνθετον, ἐκ θεότητός τε καὶ ἀνθρωπότητος. Καὶ τὸ χρίσαν μὲν ἡ θεότης, ἡ ἀνθρωπότης δὲ, τὸ