Ancient Greek · ~10 min
Volume 77
Cyrillus Theol., De sancta trinitate [Sp.] 77.1160
Not analysed yet
ἔργου τινὸς ἐκπλήρωσιν, ἤτις ἐν τῷ ἐνεργεῖν ἔχει τὸ εἶναι, καθὼς ἡ δύναμις ἐν τῷ πεφυκέναι καὶ δύνασθαι. Λέγεται πάλιν ἐνέργεια, καὶ ἡ τοῦ ἔργου ἐκπλήρωσις, αὐτὸ τὸ ἐνεργητὸν, ὁ τοῦ πράγματος ἀποτελεσμὸς, ἡ πρᾶξις αὐτή)· τοῦτο δὴ τὸ δεύτερον σημαινόμενον τῆς ἐνεργείας προσαρμοστέον τῇ θεανδρικῇ. Θεανθρώπου γὰρ ὑπάρχοντος τοῦ Χριστοῦ, καὶ πᾶσα πρᾶξις αὐτοῦ θεανθρωπικὴ καὶ θεανδρική. Τὸ δὲ οὕτω λέγειν οὐ φέρει σύγχυσιν ταῖς ἐνεργείαις, ἀλλ' ἕνα καὶ τὸν αὐτὸν εἶναι διασαφεῖ τὸν ἐνεργοῦντα· καὶ θεϊκῶς καὶ ἀνθρωπικῶς· οὔτε τὰ θεῖα κατὰ Θεόν· ἄνθρωπος γάρ· οὔτε κατ' ἄνθρωπον τὰ ἀνθρώπινα· Θεὸς γάρ. Ὡσαύτως καὶ ὁ μίαν φύσιν εἰρηκὼς τοῦ Θεοῦ Λόγου σεσαρκωμένην, οὐ μιᾶς φύσεως τὸν Κύριον ἐδογμάτισε. Τὸ γὰρ σεσαρκωμένην προσθεὶς, τὴν τοιαύτην ἀνεῖλεν ὑπόνοιαν. Ἑτέρα γὰρ ἡ τοῦ Λόγου φύσις, ἤγουν ἡ θεία· καὶ ἑτέρα πάλιν ἡ τῆς σαρκὸς, ἤγουν ἡ ἀνθρωπικὴ συνεκδοχικῶς. ΚΕΦΑΛ. Κʹ. Ἕτερον θέλημα τῆς θείας φύσεως, καὶ ἕτερον τῆς ἀνθρωπικῆς. Θέλημα δὲ τὴν θέλησιν λέγομεν, αὐτὴν τὴν δύναμιν τὴν θελητικὴν, ἥτις ἐστὶ θέλημα φυσικόν. Τὸ τοίνυν τῆς ἀνθρωπίνης θέλημα φύσεως ὁ Κύριος προσλαβόμενος καὶ θεώσας αὐτὸ, διετήρησεν ὅπερ ἦν κατὰ φύσιν ἀνθρώπινον. Καὶ τοῦτο παραστῆσαι βουλόμενος ἐναργῶς, εἰσελθὼν εἰς οἶκον ἐν τοῖς μέρεσι Τύρου καὶ Σιδῶνος, οὐδένα ἠθέλησε γνῶναι, καὶ οὐκ ἠδυνήθη λαθεῖν, Οἰκονομικῶς γὰρ θελήσας λαθεῖν οὐ δεδύνητο· διδάσκων ἡμᾶς διὰ τῶν πραγμάτων αὐτῶν, ὅτι τὸ τῆς ἀνθρωπίνης φύσεως θέλημα τὸ ἀσθενὲς ὁ πανσθενὴς οὐκ ἀπεδοκίμασεν, ἀλλ' οὐσιωδῶς ᾠκειώσατο καὶ αὐτὸ, τὴν ἡμετέραν ὅλην φύσιν μετὰ πάντων τῶν κατὰ φύσιν ἀναλαβών. Λέγεται μὲν οὖν θέλημα προηγουμένως, ἡ θέλησις, ἥτις ἐστὶ θέλημα φυσικὸν, ὡς δεδήλωται. Λέγεται θέλημα καὶ αὐτὸ τὸ θελητόν· ὅπερ ἐν ἀνθρώποις ἐστὶν ὑποστατικὸν, οὐ τὸ αὐτὸ πάσῃ τῇ φύσει προσόν. Τῷ μὲν γὰρ τῶν ἀνθρώπων, τὸ ἰδιάζειν τυχὸν τεθέληται· τῷ δὲ, τὸ παῤῥησιάζεσθαι· καὶ τῷ μὲν, τὸ γηπονεῖν· τῷ δὲ, τὸ ναυτίλλεσθαι· καὶ ἄλλῳ πάλιν ἄλλο τι κατὰ γνώμην ἐστί. Πολλάκις δὲ τῷ αὐτῷ καὶ ἑνὶ διάφορον καὶ ἄλλοτε ἄλλο τὸ θελητόν. Καλεῖται δὲ τὸ τοιοῦτον ὑποστατικὸν, θέλημα γνωμικόν. Τοιγαροῦν ὁ Κύριος ἐπειδὴ δύο φύσεων ὡμολόγηται, δύο κεκτῆσθαι καὶ θελήματα πιστεύεται φυσικὰ, θεῖόν τε καὶ ἀνθρώπινον· ἤγουν δυνάμεις δύο θελητικὰς ἀλλήλων διαφερούσας τῷ λόγῳ τῆς φύσεως. Ἐπεὶ δὲ μιᾶς ὑποστάσεως ἔγνωσται, σφαλερὸν εἰπεῖν ἐπ' αὐτοῦ διάφορα θελήματα γνωμικά. Τὸ γὰρ θελητὸν ἓν, ὅτι καὶ ὁ θέλων εἷς, τῆς ἀνθρωπικῆς αὐτοῦ θελήσεως, πρὸς τὸ οἰκεῖον θελητὸν κινουμένης· ὅτε τοῦτο τῇ θεϊκῇ θελήσει αὐτοῦ θελητὸν ἦν, καὶ ἐφ' ὅσον ἦν θελητόν. ΚΕΦΑΛ. ΚΑʹ. Διχῶς δὲ τῆς γνώμης λεγομένης· λέγεται γὰρ γνώμη καὶ ἡ ἁπλῶς ῥοπὴ πρὸς τὸ θελητὸν, ὡς ἐλλό-