Ancient Greek · ~10 min
Volume 77
Cyrillus Theol., De sancta trinitate [Sp.] 77.1168
Not analysed yet
ΚΕΦΑΛ. ΚΕʹ. Τῶν δὲ μετὰ τὴν ἕνωσιν τρόποι εἰσὶ τρεῖς. Πρῶτος ὁ τῆς θείας φύσεως δηλωτικὸς, ὡς τὸ, «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·» καὶ, «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.» Καὶ πάντα ὅσα πρὸ τῆς ἐνανθρωπήσεως αὐτῷ ἐπιλέγεται, ταῦτα καὶ μετὰ τὴν ἐνανθρώπησιν αὐτῷ ἐπιλεχθήσεται, πλὴν τοῦ μὴ εἰληφέναι σάρκα, καὶ τὰ ταύτης φυσικά. Δεύτερος ὁ τῆς ἀνθρωπίνης, ὡς τὸ, «Τί με ζητεῖτε ἀποκτεῖναι, ἄνθρωπον, ὃς ἀλήθειαν ὑμῖν λελάληκα;» καὶ τὸ, «Οὕτω δεῖ ὑψωθῆναι τὸν Υἱὸν τοῦ ἀνθρώπου·» καὶ τὰ τοιαῦτα. Τρίτος τρόπος, ὁ τῆς μιᾶς ὑποστάσεως δηλωτικὸς, καὶ τοῦ συναμφοτέρου παραστατικὸς, οἷον τὸ, «Ἐγὼ ζῶ διὰ τὸν Πατέρα,» καὶ, «Ὁ τρώγων με, κἀκεῖνος ζήσεται δι' ἐμέ·» καὶ τὸ, «Ὑπάγω πρὸς τὸν Πατέρα, καὶ οὐκ ἔτι θεωρεῖτέ με·» καὶ τὸ, «Οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν·» καὶ τὸ, «Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, ὁ Υἱὸς τοῦ ἀνθρώπου ὁ ὢν ἐν τῷ οὐρανῷ·» καὶ τὰ τοιαῦτα. Τούτων δὲ τῶν ἀνθρωποπρεπῶς ἐπὶ Χριστοῦ λεγομένων, εἴτε ἐν ῥήμασιν, εἴτε ἐν πράγμασι, τρόποι εἰσὶν ἕξ. Τὰ μὲν γὰρ αὐτῶν κατὰ φύσιν οἰκονομικῶς πέπρακται καὶ λέγεται· οἷον, ὁ ἐκ Παρθένου τόκος, ἡ καθ' ἡλικίαν αὔξησίς τε καὶ προκοπὴ, ἡ πεῖνα, ἡ δίψα, ὁ κόπος, τὸ δάκρυον, ὁ ὕπνος, ἡ τῶν ἥλων τρῆσις, ὁ θάνατος, καὶ τὰ τοιαῦτα, καὶ ὅσα φυσικὰ καὶ ἀδιάβλητα πάθη ὑπάρχουσιν. Ἐν τούτοις γὰρ ἅπασιν μίξις μὲν ἔστι τοῦ θείου πρὸς τὸ ἀνθρώπινον, πλὴν τοῦ σώματος εἶναι πιστεύεται, οὐδὲν τούτων τοῦ θείου πάσχοντος, δι' αὐτῶν δὲ τὴν ἡμῶν οἰκονομοῦντος σωτηρίαν. Τὰ δὲ κατὰ προσποίησιν· οἷον τὸ ἐρωτᾷν, «Ποῦ τεθείκατε Λάζαρον;» ὁ ὑπὸ τὴν συκῆν δρόμος τὸ ὑποδύεσθαι, ἤγουν ὑπαναχωρεῖν· ἡ προσευχή· τὸ, προσεποιήσατο ποῤῥωτέρω πορεύεσθαι. Τούτων γὰρ καὶ τῶν παραπλησίων, οὔτε ὡς Θεὸς, οὔτε ὡς ἄνθρωπος ἔχρῃζε. Πλὴν ἀνθρωποπρεπῶς ἐσχηματίζετο, πρὸς ὅπερ ἡ χρεία καὶ τὸ λυσιτελὲς ἀπῄτει· οἷον τὴν προσευχὴν, διὰ τὸ δεῖξαι ὡς οὐκ ἔστιν ἀντίθεος, καὶ ὡς αἰτίαν ἑαυτοῦ τιμῶν τὸν Πατέρα· τὸ ἐρωτᾷν, οὐκ ἀγνοῶν, ἀλλ' ἵνα δείξῃ, ὡς κατὰ ἀλήθειάν ἐστιν ἄνθρωπος, μετὰ τοῦ εἶναι Θεός· τὸ ὑπαναχωρεῖν, ἵνα διδάξῃ μὴ προπετεύεσθαι, μηδ' ἑαυτοὺς προδιδόναι. Τὰ δὲ κατ' οἰκείωσιν καὶ ἀναφοράν· ὡς τὸ, «Θεέ μου, Θεέ μου, ἵνα τί με ἐγκατέλιπες;» καὶ τὸ, «Μὴ γνόντα ἁμαρτίαν, ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησε·» καὶ τὸ, «Γενόμενος ὑπὲρ ἡμῶν κατάρα·» καὶ τὸ, «Αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα.» Οὔτε γὰρ ὡς Θεὸς, οὔτε ὡς ἄνθρωπος ἐγκατελείφθη ποτὲ ὑπὸ τοῦ Πατρὸς, οὔτε ἁμαρτία, οὔτε κατάρα γέγονεν, οὔτε ὑποταγῆναι χρῄζει τῷ Πατρί. Καθὸ μὲν γὰρ Θεὸς, ἴσος ἐστὶ τῷ Πατρὶ, καὶ οὐδὲ ἐναντίος,